- 텍스트

Euripides, Iphigenia in Aulis, choral, antistrophe 1

(에우리피데스, Iphigenia in Aulis, choral, antistrophe 1)

ἀνὰ δ ἐλάταισι στεφανώδει τε χλόᾳ θίασος ἔμολεν ἱπποβάτας Κενταύρων ἐπὶ δαῖτα τὰν θεῶν κρατῆρά τε Βάκχου.? μέγα δ ἀνέκλαγον: Ὦ Νηρηὶ κόρα, παῖδα σὲ Θεσσαλίᾳ μέγα φῶς μάντις ὁ φοιβάδα μοῦσαν εἰδὼς γεννάσειν Χείρων ἐξονόμαζεν, ὃς ἥξει χθόνα λογχήρεσι σὺν Μυρμιδόνων ἀσπισταῖς Πριάμοιο κλεινὰν γαῖαν ἐκπυρώσων, περὶ σώματι χρυσέων ὅπλων Ἡφαιστοπόνων κεκορυθμένος ἔνδυτ, ἐκ θεᾶς ματρὸς δωρήματ ἔχων Θέτιδος, ἅ νιν ἔτικτεν. μακάριον τότε δαίμονες τᾶς εὐπάτριδος γάμον Νηρῄδων ἔθεσαν πρώτας Πηλέως θ ὑμεναίους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION