- 텍스트

Euripides, Iphigenia in Aulis, choral, strophe 1

(에우리피데스, Iphigenia in Aulis, choral, strophe 1)

τίν ἄρ Ὑμέναιος διὰ λωτοῦ Λίβυος μετά τε φιλοχόρου κιθάρας συρίγγων θ ὑπὸ καλαμοες- σᾶν ἔστασεν ἰαχάν, ὅτ ἀνὰ Πήλιον αἱ καλλιπλόκαμοι δαιτὶ θεῶν ἔνι Πιερίδες χρυσεοσάνδαλον ἴχνος ἐν γᾷ κρούουσαι Πηλέως ἐς γάμον ἦλθον, μελῳδοῖς Θέτιν ἀχήμασι τόν τ Αἰακίδαν, Κενταύρων ἐν ὄρεσι κλέουσαι Πηλιάδα καθ ὕλαν.? ὁ δὲ Δαρδανίδας, Διὸς λέκτρων τρύφημα φίλον, χρυσέοισιν ἄφυσσε λοιβὰν ἐν κρατήρων γυάλοις, ὁ Φρύγιος Γανυμήδης. παρὰ δὲ λευκοφαῆ ψάμαθον εἱλισσόμεναι κύκλια πεντήκοντα κόραι γάμους Νηρέως ἐχόρευσαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION