호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγα πᾶσίν τε κοινὸν ὥσθ ὑπερκάμνειν τέκνων.? ὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω: ἐπίσταμαι δὲ τοῖς κακοῖσί τ ἀσχαλᾶν μετρίως τε χαίρειν τοῖσιν ἐξωγκωμένοις. λελογισμένοι γὰρ οἱ τοιοίδ εἰσὶν βροτῶν ὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα. ἔστιν μὲν οὖν ἵν ἡδὺ μὴ λίαν φρονεῖν, ἔστιν δὲ χὥπου χρήσιμον γνώμην ἔχειν. ἐγὼ δ, ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶς Χείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν. καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς, πεισόμεθ, ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι. ἀλλ ἐνθάδ ἐν Τροίᾳ τ ἐλευθέραν φύσιν παρέχων, Ἄρη τὸ κατ ἐμὲ κοσμήσω δορί. σὲ δ, ὦ σχέτλια παθοῦσα πρὸς τῶν φιλτάτων, ἃ δὴ κατ ἄνδρα γίγνεται νεανίαν, τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ, κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται, ἐμὴ φατισθεῖς: οὐ γὰρ ἐμπλέκειν πλοκὰς ἐγὼ παρέξω σῷ πόσει τοὐμὸν δέμας. τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο, τοὐμὸν φονεύσει παῖδα σήν. τὸ δ αἴτιον πόσις σός. ἁγνὸν δ οὐκέτ ἐστὶ σῶμ ἐμόν, εἰ δι ἔμ ὀλεῖται διά τε τοὺς ἐμοὺς γάμους ἡ δεινὰ τλᾶσα κοὐκ ἀνεκτὰ παρθένος, θαυμαστὰ δ ὡς ἀνάξι ἠτιμασμένη. ἐγὼ κάκιστος ἦν ἄρ Ἀργείων ἀνήρ, ἐγὼ τὸ μηδέν, Μενέλεως δ ἐν ἀνδράσιν, ὡς οὐχὶ Πηλέως, ἀλλ ἀλάστορος γεγώς, εἴπερ φονεύει τοὐμὸν ὄνομα σῷ πόσει.
μὰ τὸν δι ὑγρῶν κυμάτων τεθραμμένον Νηρέα, φυτουργὸν Θέτιδος ἥ μ ἐγείνατο, οὐχ ἅψεται σῆς θυγατρὸς Ἀγαμέμνων ἄναξ, οὐδ εἰς ἄκραν χεῖρ, ὥστε προσβαλεῖν πέπλοις: ἢ Σίπυλος ἔσται πόλις, ὁρ´ισμα βαρβάρων, ὅθεν πεφύκας οἱ στρατηλάται γένος, Φθίας δὲ τοὔνομ οὐδαμοῦ κεκλήσεται. πικροὺς δὲ προχύτας χέρνιβάς τ ἀνάξεται Κάλχας ὁ μάντις. τίς δὲ μάντις ἔστ ἀνήρ, ὃς ὀλίγ ἀληθῆ, πολλὰ δὲ ψευδῆ λέγει τυχών, ὅταν δὲ μὴ τύχῃ, διοίχεται· οὐ τῶν γάμων ἕκατι - μυρίαι κόραι θηρῶσι λέκτρον τοὐμόν - εἴρηται τόδε: ἀλλ ὕβριν ἐς ἡμᾶς ὕβρις Ἀγαμέμνων ἄναξ. χρῆν δ αὐτὸν αἰτεῖν τοὐμὸν ὄνομ ἐμοῦ πάρα, θήραμα παιδός: ἡ Κλυταιμήστρα δ ἐμοὶ μάλιστ ἐπείσθη θυγατέρ ἐκδοῦναι πόσει. ἔδωκά τἂν Ἕλλησιν, εἰ πρὸς Ἴλιον ἐν τῷδ ἔκαμνε νόστος: οὐκ ἠρνούμεθ ἂν τὸ κοινὸν αὔξειν ὧν μέτ ἐστρατευόμην. νῦν δ οὐδέν εἰμι, παρὰ δὲ τοῖς στρατηλάταις ἐν εὐμαρεῖ με δρᾶν τε καὶ μὴ δρᾶν κακῶς. τάχ εἴσεται σίδηρος, ὃν πρὶν ἐς Φρύγας ἐλθεῖν, φόνου κηλῖσιν αἵματι χρανῶ, εἴ τίς με τὴν σὴν θυγατέρ ἐξαιρήσεται. ἀλλ ἡσύχαζε: θεὸς ἐγὼ πέφηνά σοι μέγιστος, οὐκ ὤν: ἀλλ ὅμως γενήσομαι. ἔλεξας, ὦ παῖ Πηλέως, σοῦ τ ἄξια καὶ τῆς ἐναλίας δαίμονος, σεμνῆς θεοῦ. φεῦ: πῶς ἄν ς ἐπαινέσαιμι μὴ λίαν λόγοις, μηδ ἐνδεὴς τοῦδ ἀπολέσαιμι τὴν χάριν· αἰνούμενοι γὰρ οἱ ἀγαθοὶ τρόπον τινὰ μισοῦσι τοὺς αἰνοῦντας, ἢν αἰνῶς ἄγαν. αἰσχύνομαι δὲ παραφέρους οἰκτροὺς λόγους, ἰδίᾳ νοσοῦσα: σὺ δ ἄνοσος κακῶν ἐμῶν. ἀλλ οὖν ἔχει τοι σχῆμα, κἂν ἄπωθεν ᾖ ἀνὴρ ὁ χρηστός, δυστυχοῦντας ὠφελεῖν. οἴκτιρε δ ἡμᾶς: οἰκτρὰ γὰρ πεπόνθαμεν: ἣ πρῶτα μέν σε γαμβρὸν οἰηθεῖς ἔχειν, κενὴν κατέσχον ἐλπίδ: εἶτά σοι τάχα ὄρνις γένοιτ ἂν τοῖσι μέλλουσιν γάμοις θανοῦς ἐμὴ παῖς, ὅ σε φυλάξασθαι χρεών. ἀλλ εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλη: σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται. βούλῃ νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ·
ἀπαρθένευτα μὲν τάδ: εἰ δέ σοι δοκεῖ, ἥξει, δι αἰδοῦς ὄμμ ἔχους ἐλεύθερον. εἰ δ οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν, μενέτω κατ οἴκους: σεμνὰ γὰρ σεμνύνεται. ὅμως δ ὅσον γε δυνατὸν αἰδεῖσθαι χρεών. σὺ μήτε σὴν παῖδ ἔξαγ ὄψιν εἰς ἐμήν, μήτ εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι: στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν, λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ. πάντως δέ μ ἱκετεύοντέ θ ἥξετ εἰς ἴσον, εἴ τ ἀνικέτευτος: εἷς ἐμοὶ γάρ ἐστ ἀγὼν μέγιστος ὑμᾶς ἐξαπαλλάξαι κακῶν. ὡς ἕν γ ἀκούσας ἴσθι, μὴ ψευδῶς μ ἐρεῖν: ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν, θάνοιμι: μὴ θάνοιμι δ, ἢν σῴσω κόρην. ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν. ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμ ἔχῃ καλῶς. τί τοῦτ ἔλεξας· ὡς ἀκουστέον γέ σου. πειθώμεθ αὖτις πατέρα βέλτιον φρονεῖν. κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν. ἀλλ οἱ λόγοι γε καταπαλαίουσιν λόγους. ψυχρὰ μὲν ἐλπίς: ὅ τι δὲ χρή με δρᾶν φράσον. ἱκέτευ ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα: ἢν δ ἀντιβαίνῃ, πρὸς ἐμέ σοι πορευτέον. ᾗ γὰρ τὸ χρῇζον ἐπίθετ, οὐ τοὐμὸν χρεὼν χωρεῖν: ἔχει γὰρ αὐτὸ τὴν σωτηρίαν. κἀγώ τ ἀμείνων πρὸς φίλον γενήσομαι, στρατός τ ἂν οὐ μέμψαιτό μ, εἰ τὰ πράγματα λελογισμένως πράσσοιμι μᾶλλον ἢ σθένει. καλῶς δὲ κρανθέντων καὶ πρὸς ἡδονὴν φίλοις σοί τ ἂν γένοιτο κἂν ἐμοῦ χωρὶς τάδε. ὡς σώφρον εἶπας. δραστέον δ ἅ σοι δοκεῖ. ἢν δ αὖ τι μὴ πράσσωμεν ὧν ἐγὼ θέλω, ποῦ ς αὖθις ὀψόμεσθα, ποῦ· χρή μ ἀθλίαν ἐλθοῦσαν εὑρεῖν σὴν χέρ ἐπίκουρον κακῶν· ἡμεῖς σε φύλακες οὗ χρεὼν φυλάξομεν, μή τίς ς ἴδῃ στείχουσαν ἐπτοημένην Δαναῶν δι ὄχλου: μηδὲ πατρῷον δόμον αἴσχυν: ὁ γάρ τοι Τυνδάρεως οὐκ ἄξιος κακῶς ἀκούειν: ἐν γὰρ Ἕλλησιν μέγας. ἔστιν τάδ: ἄρχε: σοί με δουλεύειν χρεών. εἰ δ εἰσὶ θεοί, δίκαιος ὢν ἀνὴρ <θεῶν> ἐσθλῶν κυρήσεις: εἰ δὲ μή, τί δεῖ πονεῖν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기