호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πέργαμον δὲ Φρυγῶν πόλιν λαΐνους περὶ πύργους κυκλώσας Ἄρει φονίῳ, λαιμοτόμου κεφαλᾶς σπάσας <Πάριν Ἀτρεΐδας,> πέρσας κατάκρας πόλιν, θήσει κόρας πολυκλαύτους δάμαρτά τε Πριάμου.? ἁ δὲ Διὸς Ἑλένα κόρα πολύκλαυτος ἑδεῖται πόσιν προλιποῦσα. μήτ ἐμοὶ μήτ ἐμοῖσι τέκνων τέκνοις ἐλπὶς ἅδε ποτ ἔλθοι, οἱάν αἱ πολύχρυσοι Λυδαὶ καὶ Φρυγῶν ἄλοχοι στήσουσι παρ ἱστοῖς μυθεῦσαι τάδ ἐς ἀλλήλας: Τίς ἄρα μ εὐπλοκάμου κόμας ῥῦμα δακρυόεν τανύσας πατρίδος ὀλλυμένας ἀπολωτιεῖ· διὰ σέ, τὰν κύκνου δολιχαύχενος γόνον, εἰ δὴ φάτις ἔτυμος ὡς ἔτυχεν, Λήδα ὄρνιθι πταμένῳ Διὸς ὅτ ἠλλάχθη δέμας, εἴτ ἐν δέλτοις Πιερίσιν μῦθοι τάδ ἐς ἀνθρώπους ἤνεγκαν παρὰ καιρὸν ἄλλως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기