호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ εὐτυχοίτην.? τίνι δ ἐν ἡμέρᾳ γαμεῖ· ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος. προτέλεια δ ἤδη παιδὸς ἔσφαξας θεᾷ· μέλλω: πὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ. κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον· θύσας γε θύμαθ ἃ ἐμὲ χρὴ θῦσαι θεοῖς. ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν· ἐνθάδε παρ εὐπρύμνοισιν Ἀργείων πλάταις. καλῶς ἀναγκαίως τε: συνενέγκοι δ ὅμως. οἶσθ οὖν ὃ δρᾶσον, ὦ γύναι· πιθοῦ δέ μοι. τί χρῆμα· πείθεσθαι γὰρ εἴθισμαι σέθεν. ἡμεῖς μὲν ἐνθάδ, οὗπέρ ἐσθ ὁ νυμφίος. . . . μητρὸς τί χωρὶς δράσεθ, ἃ ἐμὲ δρᾶν χρεών· ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα. ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν· χώρει πρὸς Ἄργος παρθένους τε τημέλει. λιποῦσα παῖδα· τίς δ ἀνασχήσει φλόγα· ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει. οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλ ἡγητέα. οὐ καλὸν ἐν ὄχλῳ ς ἐξομιλεῖσθαι στρατοῦ. καλὸν τεκοῦσαν τἀμά μ ἐκδοῦναι τέκνα. καὶ τάς γ ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας. ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς. πιθοῦ. μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν. ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δ ἐγώ, ἃ χρὴ παρεῖναι νυμφίοισι παρθένοις. οἴμοι: μάτην ᾖξ, ἐλπίδος δ ἀπεσφάλην, ἐξ ὀμμάτων δάμαρτ ἀποστεῖλαι θέλων. σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις τέχνας πορίζω, πανταχῇ νικώμενος. ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳ κοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δ οὐκ εὐτυχές, ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος. χρὴ δ ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν γυναῖκα χρηστὴν κἀγαθήν, ἢ μὴ τρέφειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기