- 텍스트

Euripides, Iphigenia in Aulis, episode, anapests 3:

(에우리피데스, Iphigenia in Aulis, episode, anapests 3:)

ζηλῶ σὲ μᾶλλον ἢ μὲ τοῦ μηδὲν φρονεῖν.? χώρει δὲ μελάθρων ἐντός - ὀφθῆναι κόραις πικρόν - φίλημα δοῦσα δεξιάν τέ μοι, μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον. ὦ στέρνα καὶ παρῇδες, ὦ ξανθαὶ κόμαι, ὡς ἄχθος ὑμῖν ἐγένεθ ἡ Φρυγῶν πόλις Ἑλένη τε. - παύω τοὺς λόγους: ταχεῖα γὰρ νοτὶς διώκει μ ὀμμάτων ψαύσαντά σου. ἴθ ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε, Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν, μέλλων Ἀχιλλεῖ θυγατέρ ἐκδώσειν ἐμήν. ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλ ὅμως δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις παῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ. οὐχ ὧδ ἀσύνετός εἰμι, πείσεσθαι δέ με καὐτὴν δόκει τάδ, ὥστε μή σε νουθετεῖν, ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην: ἀλλ ὁ νόμος αὐτὰ τῷ χρόνῳ συνισχανεῖ. τοὔνομα μὲν οὖν παῖδ οἶδ ὅτῳ κατῄνεσας, γένους δ ὁποίου χὡπόθεν, μαθεῖν θέλω. Αἴγινα θυγάτηρ ἐγένετ Ἀσωποῦ πατρός. ταύτην δὲ θνητῶν ἢ θεῶν ἔζευξε τίς· Ζεύς: Αἰακὸν δ ἔφυσεν, Οἰνώνης πρόμον. τὰ δ Αἰακοῦ παῖς τίς κατέσχε δώματα· Πηλεύς: ὁ Πηλεὺς δ ἔσχε Νηρέως κόρην. θεοῦ διδόντος, ἢ βίᾳ θεῶν λαβών· Ζεὺς ἠγγύησε καὶ δίδως ὁ κύριος. γαμεῖ δὲ ποῦ νιν· ἦ κατ οἶδμα πόντιον· Χείρων ἵν οἰκεῖ σεμνὰ Πηλίου βάθρα. οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος· ἐνταῦθ ἔδαισαν Πηλέως γάμους θεοί. Θέτις δ ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα· Χείρων, ἵν ἤθη μὴ μάθοι κακῶν βροτῶν. φεῦ: σοφός γ ὁ θρέψας χὡ διδοὺς σοφώτερος. τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις. οὐ μεμπτός. οἰκεῖ δ ἄστυ ποῖον Ἑλλάδος· Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὁρ´οις. ἐκεῖς ἀπάξει σὴν ἐμήν τε παρθένον· κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION