호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
στῶμεν, Χαλκίδος ἔκγονα θρέμματα, τὴν βασίλειαν δεξώμεθ ὄχων ἄπο μὴ σφαλερῶς ἐπὶ γαῖαν, ἀγανῶς δὲ χεροῖν μαλακῇ ῥώμῃ, μὴ ταρβήσῃ νεωστί μοι μολὸν κλεινὸν τέκνον Ἀγαμέμνονος, μηδὲ θόρυβον μηδ ἔκπληξιν ταῖς Ἀργείαις ξεῖναι ξείναις παρέχωμεν.? ὄρνιθα μὲν τόνδ αἴσιον ποιούμεθα, τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν: ἐλπίδα δ ἔχω τιν ὡς ἐπ ἐσθλοῖσιν γάμοις πάρειμι νυμφαγωγός. ἀλλ ὀχημάτων ἔξω πορεύεθ ἃς φέρω φερνὰς κόρῃ, καὶ πέμπετ ἐς μέλαθρον εὐλαβούμενοι. σὺ δ, ὦ τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους, ἁβρὸν τιθεῖσα κῶλον ἀσθενές θ ἅμα. ὑμεῖς δέ, νεάνιδές, νιν ἀγκάλαις ἔπι δέξασθε καὶ πορεύσατ ἐξ ὀχημάτων. κἀμοὶ χερός τις ἐνδότω στηρίγματα, θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς. αἳ δ ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν: φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν: καὶ παῖδα τόνδε, τὸν Ἀγαμέμνονος γόνον, λάζυσθ, Ὀρέστην: ἔτι γάρ ἐστι νήπιος. τέκνον, καθεύδεις πωλικῷ δαμεὶς ὄχῳ· ἔγειρ ἀδελφῆς ἐφ ὑμέναιον εὐτυχῶς: ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢν λήψῃ, κόρης Νηρῇδος ἰσόθεον γένος. ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον: πρὸς μητέρ, Ἰφιγένεια, μακαρίαν δέ με ξέναισι ταῖσδε πλησία σταθεῖσα δός, καὶ - δεῦρο δὴ - πατέρα πρόσειπε σὸν φίλον. ὦ μῆτερ, ὑποδραμοῦσά ς: ὀργισθῇς δὲ μή: πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ. ὦ σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ, ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν. ἐγὼ δὲ βούλομαι τὰ σὰ στέρν, ὦ πάτερ, ὑποδραμοῦσα προσβαλεῖν διὰ χρόνου: ποθῶ γὰρ ὄμμα δὴ σόν. ὀργισθῇς δὲ μή. ἀλλ, ὦ τέκνον, χρή: φιλοπάτωρ δ ἀεί ποτ εἶ μάλιστα παίδων τῷδ ὅσους ἐγὼ τεκον. ὦ πάτερ, ἐσεῖδόν ς ἀσμένη πολλῷ χρόνῳ.
καὶ γὰρ πατὴρ σέ: τόδ ἴσον ὑπὲρ ἀμφοῖν λέγεις. χαῖρ: εὖ δέ μ ἀγαγὼν πρὸς ς ἐποίησας, πάτερ. οὐκ οἶδ ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον. ἐά: ὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μ ἰδών. πόλλ ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτῃ μέλει. παρ ἐμοὶ γενοῦ νῦν, μὴ πὶ φροντίδας τρέπου. ἀλλ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι. μέθες νυν ὀφρὺν ὄμμα τ ἔκτεινον φίλον. ἰδού, γέγηθά ς ὡς γέγηθ ὁρῶν, τέκνον. κἄπειτα λείβεις δάκρυ ἀπ ὀμμάτων σέθεν· μακρὰ γὰρ ἡμῖν ἡ πιοῦς ἀπουσία. οὐκ οἶδ ὅ τι φῄς, οὐκ οἶδα, φίλτατ ἐμοὶ πάτερ. συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μ ἄγεις. ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γ εὐφρανῶ. παπαῖ. τὸ σιγᾶν οὐ σθένω: σὲ δ ᾔνεσα. μέν, ὦ πάτερ, κατ οἶκον ἐπὶ τέκνοις σέθεν. θέλω γε: τὸ θέλειν δ οὐκ ἔχων ἀλγύνομαι. ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά. ἄλλους ὀλεῖ πρόσθ ἃ ἐμὲ διολέσαντ ἔχει. ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς. καὶ νῦν γέ μ ἴσχει δή τι μὴ στέλλειν στρατόν. ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ· οὗ μήποτ οἰκεῖν ὤφελ ὁ Πριάμου Πάρις. μακρὰν ἀπαίρεις, ὦ πάτερ, λιπὼν ἐμέ. εἰς ταὐτόν, ὦ θύγατερ, ἥκεις σῷ πατρί. φεῦ: εἴθ ἦν καλόν μοι σοί τ ἄγειν σύμπλουν ἐμέ. ἔτ ἔστι καὶ σοὶ πλοῦς, ἵν ἀμμνήσῃ πατρός. σὺν μητρὶ πλεύσας ἢ μόνη πορεύσομαι· μόνη, μονωθεῖς ἀπὸ πατρὸς καὶ μητέρος. οὔ πού μ ἐς ἄλλα δώματ οἰκίζεις, πάτερ· ἐατέ: οὐ χρὴ τοιάδ εἰδέναι κόρας. σπεῦδ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ. θῦσαί με θυσίαν πρῶτα δεῖ τιν ἐνθάδε. ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γ εὐσεβὲς σκοπεῖν. εἴσῃ σύ: χερνίβων γὰρ ἑστήξῃ πέλας. στήσομεν ἄρ ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς· ζηλῶ σὲ μᾶλλον ἢ μὲ τοῦ μηδὲν φρονεῖν.
χώρει δὲ μελάθρων ἐντός - ὀφθῆναι κόραις πικρόν - φίλημα δοῦσα δεξιάν τέ μοι, μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον. ὦ στέρνα καὶ παρῇδες, ὦ ξανθαὶ κόμαι, ὡς ἄχθος ὑμῖν ἐγένεθ ἡ Φρυγῶν πόλις Ἑλένη τε. - παύω τοὺς λόγους: ταχεῖα γὰρ νοτὶς διώκει μ ὀμμάτων ψαύσαντά σου. ἴθ ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε, Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν, μέλλων Ἀχιλλεῖ θυγατέρ ἐκδώσειν ἐμήν. ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλ ὅμως δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις παῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ. οὐχ ὧδ ἀσύνετός εἰμι, πείσεσθαι δέ με καὐτὴν δόκει τάδ, ὥστε μή σε νουθετεῖν, ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην: ἀλλ ὁ νόμος αὐτὰ τῷ χρόνῳ συνισχανεῖ. τοὔνομα μὲν οὖν παῖδ οἶδ ὅτῳ κατῄνεσας, γένους δ ὁποίου χὡπόθεν, μαθεῖν θέλω. Αἴγινα θυγάτηρ ἐγένετ Ἀσωποῦ πατρός. ταύτην δὲ θνητῶν ἢ θεῶν ἔζευξε τίς· Ζεύς: Αἰακὸν δ ἔφυσεν, Οἰνώνης πρόμον. τὰ δ Αἰακοῦ παῖς τίς κατέσχε δώματα· Πηλεύς: ὁ Πηλεὺς δ ἔσχε Νηρέως κόρην. θεοῦ διδόντος, ἢ βίᾳ θεῶν λαβών· Ζεὺς ἠγγύησε καὶ δίδως ὁ κύριος. γαμεῖ δὲ ποῦ νιν· ἦ κατ οἶδμα πόντιον· Χείρων ἵν οἰκεῖ σεμνὰ Πηλίου βάθρα. οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος· ἐνταῦθ ἔδαισαν Πηλέως γάμους θεοί. Θέτις δ ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα· Χείρων, ἵν ἤθη μὴ μάθοι κακῶν βροτῶν. φεῦ: σοφός γ ὁ θρέψας χὡ διδοὺς σοφώτερος. τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις. οὐ μεμπτός. οἰκεῖ δ ἄστυ ποῖον Ἑλλάδος· Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὁρ´οις. ἐκεῖς ἀπάξει σὴν ἐμήν τε παρθένον· κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ. ἀλλ εὐτυχοίτην.
τίνι δ ἐν ἡμέρᾳ γαμεῖ· ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος. προτέλεια δ ἤδη παιδὸς ἔσφαξας θεᾷ· μέλλω: πὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ. κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον· θύσας γε θύμαθ ἃ ἐμὲ χρὴ θῦσαι θεοῖς. ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν· ἐνθάδε παρ εὐπρύμνοισιν Ἀργείων πλάταις. καλῶς ἀναγκαίως τε: συνενέγκοι δ ὅμως. οἶσθ οὖν ὃ δρᾶσον, ὦ γύναι· πιθοῦ δέ μοι. τί χρῆμα· πείθεσθαι γὰρ εἴθισμαι σέθεν. ἡμεῖς μὲν ἐνθάδ, οὗπέρ ἐσθ ὁ νυμφίος. . . . μητρὸς τί χωρὶς δράσεθ, ἃ ἐμὲ δρᾶν χρεών· ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα. ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν· χώρει πρὸς Ἄργος παρθένους τε τημέλει. λιποῦσα παῖδα· τίς δ ἀνασχήσει φλόγα· ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει. οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλ ἡγητέα. οὐ καλὸν ἐν ὄχλῳ ς ἐξομιλεῖσθαι στρατοῦ. καλὸν τεκοῦσαν τἀμά μ ἐκδοῦναι τέκνα. καὶ τάς γ ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας. ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς. πιθοῦ. μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν. ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δ ἐγώ, ἃ χρὴ παρεῖναι νυμφίοισι παρθένοις. οἴμοι: μάτην ᾖξ, ἐλπίδος δ ἀπεσφάλην, ἐξ ὀμμάτων δάμαρτ ἀποστεῖλαι θέλων. σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις τέχνας πορίζω, πανταχῇ νικώμενος. ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳ κοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δ οὐκ εὐτυχές, ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος. χρὴ δ ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν γυναῖκα χρηστὴν κἀγαθήν, ἢ μὴ τρέφειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기