호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν.? δίδωμι: σὸν γὰρ τὸ κράτος, ἄθλιος δ ἐγώ. Πέλοπα κατόμνυμ, ὃς πατὴρ τοὐμοῦ πατρὸς τοῦ σοῦ τ ἐκλήθη, τὸν τεκόντα τ Ἀτρέα, ἦ μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶς καὶ μὴ πίτηδες μηδέν, ἀλλ ὅσον φρονῶ. ἐγώ ς ἀπ ὄσσων ἐκβαλόντ ἰδὼν δάκρυ ᾤκτιρα, καὐτὸς ἀνταφῆκά σοι πάλιν καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων, οὐκ ἐς σὲ δεινός: εἰμὶ δ οὗπερ εἶ σὺ νῦν: καί σοι παραινῶ μήτ ἀποκτείνειν τέκνον μήτ ἀνθελέσθαι τοὐμόν. οὐ γὰρ ἔνδικον σὲ μὲν στενάζειν, τἀμὰ δ ἡδέως ἔχειν, θνῄσκειν τε τοὺς σούς, τοὺς δ ἐμοὺς ὁρᾶν φάος. τί βούλομαι γάρ· οὐ γάμους ἐξαιρέτους ἄλλους λάβοιμ ἄν, εἰ γάμων ἱμείρομαι· ἀλλ ἀπολέσας ἀδελφόν, ὅν μ ἥκιστα χρῆν, Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ· ἄφρων νέος τ ἦ, πρὶν τὰ πράγματ ἐγγύθεν σκοπῶν ἐσεῖδον οἱο῀ν ἦν κτείνειν τέκνα. ἄλλως τέ μ ἔλεος τῆς ταλαιπώρου κόρης ἐσῆλθε, συγγένειαν ἐννοουμένῳ, ἣ τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων μέλλει. τί δ Ἑλένης παρθένῳ τῇ σῇ μέτα· ἴτω στρατεία διαλυθεῖς ἐξ Αὐλίδος, σὺ δ ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν, ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα. εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί, μὴ μοὶ μετέστω: σοὶ νέμω τοὐμὸν μέρος. ἀλλ ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων· εἰκὸς πέπονθα: τὸν ὁμόθεν πεφυκότα στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶ τοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί. γενναῖ ἔλεξας Ταντάλῳ τε τῷ Διὸς πρέποντα: προγόνους οὐ καταισχύνεις σέθεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기