호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἵδ αὖ διάφοροι τῶν πάρος λελεγμένων μύθων, καλῶς δ ἔχουσι, φείδεσθαι τέκνων.? αἰαῖ, φίλους ἄρ οὐχὶ κεκτήμην τάλας. εἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι. δείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς· συνσωφρονεῖν σοι βούλομ, ἀλλ οὐ συννοσεῖν. ἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους. εὖ δρῶν παρακάλει μ, ἀλλὰ μὴ λυπῶν ἐμέ. οὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι· Ἑλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα. σκήπτρῳ νυν αὔχει, σὸν κασίγνητον προδούς. ἐγὼ δ ἐπ ἄλλας εἶμι μηχανάς τινας φίλους τ ἐπ ἄλλους - ὦ Πανελλήνων ἄναξ, Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων, ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις. μήτηρ δ ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας, καὶ παῖς Ὀρέστης, ὥς τι τερφθείης ἰδών, χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν. ἀλλ ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ κρήνην ἀναψύχουσι θηλύπουν βάσιν, αὐταί τε πῶλοί τ: ἐς δὲ λειμώνων χλόην καθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο. ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάριν ἥκω: πέπυσται γὰρ στρατός - ταχεῖα γὰρ διῇξε φήμη - παῖδα σὴν ἀφιγμένην. πᾶς δ ἐς θένα ὅμιλος ἔρχεται δρόμῳ, σὴν παῖδ ὅπως ἴδωσιν: οἱ δ εὐδαίμονες ἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς. λέγουσι δ: Ὑμέναιός τις ἢ τί πράσσεται· ἢ πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξ ἐκόμισε παῖδα· τῶν δ ἂν ἤκουσας τάδε: Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα, Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε· ἀλλ εἰᾶ, τἀπὶ τοισίδ ἐξάρχου κανᾶ, στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ, ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγας λωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος: φῶς γὰρ τόδ ἥκει μακάριον τῇ παρθένῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기