- 텍스트

Euripides, Iphigenia in Aulis, episode, dialogue

(에우리피데스, Iphigenia in Aulis, episode, dialogue)

οἵδ αὖ διάφοροι τῶν πάρος λελεγμένων μύθων, καλῶς δ ἔχουσι, φείδεσθαι τέκνων.? αἰαῖ, φίλους ἄρ οὐχὶ κεκτήμην τάλας. εἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι. δείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς· συνσωφρονεῖν σοι βούλομ, ἀλλ οὐ συννοσεῖν. ἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους. εὖ δρῶν παρακάλει μ, ἀλλὰ μὴ λυπῶν ἐμέ. οὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι· Ἑλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα. σκήπτρῳ νυν αὔχει, σὸν κασίγνητον προδούς. ἐγὼ δ ἐπ ἄλλας εἶμι μηχανάς τινας φίλους τ ἐπ ἄλλους - ὦ Πανελλήνων ἄναξ, Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων, ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις. μήτηρ δ ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας, καὶ παῖς Ὀρέστης, ὥς τι τερφθείης ἰδών, χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν. ἀλλ ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ κρήνην ἀναψύχουσι θηλύπουν βάσιν, αὐταί τε πῶλοί τ: ἐς δὲ λειμώνων χλόην καθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο. ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάριν ἥκω: πέπυσται γὰρ στρατός - ταχεῖα γὰρ διῇξε φήμη - παῖδα σὴν ἀφιγμένην. πᾶς δ ἐς θένα ὅμιλος ἔρχεται δρόμῳ, σὴν παῖδ ὅπως ἴδωσιν: οἱ δ εὐδαίμονες ἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς. λέγουσι δ: Ὑμέναιός τις ἢ τί πράσσεται· ἢ πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξ ἐκόμισε παῖδα· τῶν δ ἂν ἤκουσας τάδε: Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα, Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε· ἀλλ εἰᾶ, τἀπὶ τοισίδ ἐξάρχου κανᾶ, στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ, ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγας λωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος: φῶς γὰρ τόδ ἥκει μακάριον τῇ παρθένῳ. ἐπῄνες, ἀλλὰ στεῖχε δωμάτων ἔσω:

τὰ δ ἄλλ ἰούσης τῆς τύχης ἔσται καλῶς. οἴμοι, τί φῶ δύστηνος· ἄρξωμαι πόθεν· ἐς οἷ ἀνάγκης ζεύγματ ἐμπεπτώκαμεν. ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτων πολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος. ἡ δυσγένεια δ ὡς ἔχει τι χρήσιμον. καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει, ἅπαντά τ εἰπεῖν. τῷ δὲ γενναίῳ φύσιν ἄνολβα ταῦτα. προστάτην δὲ τοῦ βίου τὸν ὄγκον ἔχομεν τῷ τ ὄχλῳ δουλεύομεν. ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ, τὸ μὴ δακρῦσαι δ αὖθις αἰδοῦμαι τάλας, ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος. εἰε῟ν: τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν· πῶς δέξομαί νιν· ποῖον ὄμμα συμβαλῶ· καὶ γάρ μ ἀπώλες ἐπὶ κακοῖς ἅ μοι πάρος ἐλθοῦς ἄκλητος. εἰκότως δ ἅμ ἕσπετο θυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλτατα δώσους, ἵν ἡμᾶς ὄντας εὑρήσει κακούς. τὴν δ αὖ τάλαιναν παρθένον - τί παρθένον· Αἵδης νιν, ὡς ἐοίκε, νυμφεύσει τάχα - ὡς ᾤκτις: οἶμαι γάρ νιν ἱκετεύσειν τάδε: Ὦ πάτερ, ἀποκτενεῖς με· τοιούτους γάμους γήμειας αὐτὸς χὥστις ἐστί σοι φίλος. παρὼν δ Ὀρέστης ἐγγὺς ἀναβοήσεται οὐ συνετὰ συνετῶς: ἔτι γάρ ἐστι νήπιος. αἰαῖ, τὸν Ἑλένης ὥς μ ἀπώλεσεν γάμον γήμας ὁ Πριάμου Πάρις, ὃς εἴργασται τάδε. κἀγὼ κατῴκτιρ, ὡς γυναῖκα δεῖ ξένην ὑπὲρ τυράννων συμφορᾶς καταστένειν. ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν.

δίδωμι: σὸν γὰρ τὸ κράτος, ἄθλιος δ ἐγώ. Πέλοπα κατόμνυμ, ὃς πατὴρ τοὐμοῦ πατρὸς τοῦ σοῦ τ ἐκλήθη, τὸν τεκόντα τ Ἀτρέα, ἦ μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶς καὶ μὴ πίτηδες μηδέν, ἀλλ ὅσον φρονῶ. ἐγώ ς ἀπ ὄσσων ἐκβαλόντ ἰδὼν δάκρυ ᾤκτιρα, καὐτὸς ἀνταφῆκά σοι πάλιν καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων, οὐκ ἐς σὲ δεινός: εἰμὶ δ οὗπερ εἶ σὺ νῦν: καί σοι παραινῶ μήτ ἀποκτείνειν τέκνον μήτ ἀνθελέσθαι τοὐμόν. οὐ γὰρ ἔνδικον σὲ μὲν στενάζειν, τἀμὰ δ ἡδέως ἔχειν, θνῄσκειν τε τοὺς σούς, τοὺς δ ἐμοὺς ὁρᾶν φάος. τί βούλομαι γάρ· οὐ γάμους ἐξαιρέτους ἄλλους λάβοιμ ἄν, εἰ γάμων ἱμείρομαι· ἀλλ ἀπολέσας ἀδελφόν, ὅν μ ἥκιστα χρῆν, Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ· ἄφρων νέος τ ἦ, πρὶν τὰ πράγματ ἐγγύθεν σκοπῶν ἐσεῖδον οἱο῀ν ἦν κτείνειν τέκνα. ἄλλως τέ μ ἔλεος τῆς ταλαιπώρου κόρης ἐσῆλθε, συγγένειαν ἐννοουμένῳ, ἣ τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων μέλλει. τί δ Ἑλένης παρθένῳ τῇ σῇ μέτα· ἴτω στρατεία διαλυθεῖς ἐξ Αὐλίδος, σὺ δ ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν, ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα. εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί, μὴ μοὶ μετέστω: σοὶ νέμω τοὐμὸν μέρος. ἀλλ ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων· εἰκὸς πέπονθα: τὸν ὁμόθεν πεφυκότα στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶ τοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί. γενναῖ ἔλεξας Ταντάλῳ τε τῷ Διὸς πρέποντα: προγόνους οὐ καταισχύνεις σέθεν. αἰνῶ σε, Μενέλα, ὅτι παρὰ γνώμην ἐμὴν ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τ ἀξίως.

ταραχὴ δ ἀδελφῶν διά τ ἔρωτα γίγνεται πλεονεξίαν τε δωμάτων: ἀπέπτυσα τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν. ἀλλ ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας, θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον. πῶς· τίς δ ἀναγκάσει σε τήν γε σὴν κτανεῖν· ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος. οὔκ, ἤν νιν εἰς Ἄργος γ ἀποστείλῃς πάλιν. λάθοιμι τοῦτ ἄν. ἀλλ ἐκεῖν οὐ λήσομεν. τὸ ποῖον· οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον. Κάλχας ἐρεῖ μαντεύματ Ἀργείων στρατῷ. οὔκ, ἢν θάνῃ γε πρόσθε: τοῦτο δ εὐμαρές. τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν. κοὐδέν γ ἄχρηστον, οὐδὲ χρήσιμον παρόν. ἐκεῖνο δ οὐ δέδοικας ὃ ἔμ ἐσέρχεται· ὃν μὴ σὺ φράζεις, πῶς ὑπολάβοιμ ἂν λόγον· τὸ Σισύφειον σπέρμα πάντ οἶδεν τάδε. οὐκ ἔστ Ὀδυσσεὺς ὅ τι σὲ κἀμὲ πημανεῖ. ποικίλος ἀεὶ πέφυκε τοῦ τ ὄχλου μέτα. φιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ. οὐκ οὖν δοκεῖς νιν στάντ ἐν Ἀργείοις μέσοις λέξειν ἃ Κάλχας θέσφατ ἐξηγήσατο, κἄμ ὡς ὑπέστην θῦμα, κᾆτ ἐψευδόμην, Ἀρτέμιδι θύσειν· οὐ ξυναρπάσας στρατόν, σὲ κἄμ ἀποκτείναντας Ἀργείους κόρην σφάξαι κελεύσει· κἂν πρὸς Ἄργος ἐκφύγω, ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις συναρπάσουσι καὶ κατασκάψουσι γῆν. τοιαῦτα τἀμὰ πήματ: ὦ τάλας ἐγώ, ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε. ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν ἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδε μάθῃ, πρὶν Αἵδῃ παῖδ ἐμὴν προσθῶ λαβών, ὡς ἐπ ἐλαχίστοις δακρύοις πράσσω κακῶς. ὑμεῖς τε σιγήν, ὦ ξέναι, φυλάσσετε.?

상위

Iphigenia in Aulis

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION