- 텍스트

Euripides, Iphigenia in Aulis, episode, trochees

(에우리피데스, Iphigenia in Aulis, episode, trochees)

ἐά:? τίς ποτ ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία· οὑμὸς οὐχ ὁ τοῦδε μῦθος κυριώτερος λέγειν. σὺ δὲ τί τῷδ ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίᾳ τ ἄγεις· βλέψον εἰς ἡμᾶς, ἵν ἀρχὰς τῶν λόγων ταύτας λάβω. μῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς· τήνδ ὁρᾷς δέλτον, κακίστων γραμμάτων ὑπηρέτιν· εἰσορῶ: καὶ πρῶτα ταύτην σῶν ἀπάλλαξον χερῶν. οὔ, πρὶν ἂν δείξω γε Δαναοῖς πᾶσι τἀγγεγραμμένα. ἦ γὰρ οἶσθ ἃ μή σε καιρὸς εἰδέναι σήμαντρ ἀνείς· ὥστε ς ἀλγῦναί γ, ἀνοίξας ἃ σὺ κάκ εἰργάσω λάθρᾳ. ποῦ δὲ κἄλαβές νιν· ὦ θεοί, σῆς ἀναισχύντου φρενός. προσδοκῶν σὴν παῖδ ἀπ Ἄργους, εἰ στράτευμ ἀφίξεται. τί δέ σε τἀμὰ δεῖ φυλάσσειν· οὐκ ἀναισχύντου τόδε· ὅτι τὸ βούλεσθαί μ ἔκνιζε: σὸς δὲ δοῦλος οὐκ ἔφυν. οὐχὶ δεινά· τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι· πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δ αὐτίκα. εὖ κεκόμψευσαι πονηρά: γλῶσς ἐπίφθονον σοφή. νοῦς δέ γ οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις. βούλομαι δέ ς ἐξελέγξαι, καὶ σὺ μήτ ὀργῆς ὕπο ἀποτρέπου τἀληθὲς οὔτ αὖ κατατενῶ λίαν ἐγώ. οἶσθ, ὅτ ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον, τῷ δοκεῖν μὲν οὐχὶ χρῄζων, τῷ δὲ βούλεσθαι θέλων, ὡς ταπεινὸς ἦσθα, πάσης δεξιᾶς προσθιγγάνων καὶ θύρας ἔχων ἀκλῄστους τῷ θέλοντι δημοτῶν καὶ διδοὺς πρόσρησιν ἑξῆς πᾶσι - κεἰ μή τις θέλοι - τοῖς τρόποις ζητῶν πρίασθαι τὸ φιλότιμον ἐκ μέσου· κᾆτ, ἐπεὶ κατέσχες ἀρχάς, μεταβαλὼν ἄλλους τρόπους τοῖς φίλοισιν οὐκέτ ἦσθα τοῖς πρὶν ὡς πρόσθεν φίλος, δυσπρόσιτος ἔσω τε κλῄθρων σπάνιος. ἄνδρα δ οὐ χρεὼν τὸν ἀγαθὸν πράσσοντα μεγάλα τοὺς τρόπους μεθιστάναι, ἀλλὰ καὶ βέβαιον εἶναι τότε μάλιστα τοῖς φίλοις, ἡνίκ ὠφελεῖν μάλιστα δυνατός ἐστιν εὐτυχῶν. ταῦτα μέν σε πρῶτ ἐπῆλθον, ἵνα σε πρῶθ ηὑρ῀ον κακόν. ὡς δ ἐς Αὖλιν ἦλθες αὖθις χὡ Πανελλήνων στρατός, οὐδὲν ἦσθ, ἀλλ ἐξεπλήσσου τῇ τύχῃ τῇ τῶν θεῶν, οὐρίας πομπῆς σπανίζων: Δαναΐδαι δ ἀφιέναι ναῦς διήγγελλον, μάτην δὲ μὴ πονεῖν ἐν Αὐλίδι. ὡς ἄνολβον εἶχες ὄμμα σύγχυσίν τ, εἰ μὴ νεῶν χιλίων ἄρχων τὸ Πριάμου πεδίον ἐμπλήσεις δορός. κἀμὲ παρεκάλεις: Τί δράσω· τίνα δὲ πόρον εὑρ´ω πόθεν· - ὥστε μὴ στερέντα ς ἀρχῆς ἀπολέσαι καλὸν κλέος. κᾆτ, ἐπεὶ Κάλχας ἐν ἱεροῖς εἶπε σὴν θῦσαι κόρην Ἀρτέμιδι, καὶ πλοῦν ἔσεσθαι Δαναΐδαις, ἡσθεὶς φρένας ἄσμενος θύσειν ὑπέστης παῖδα: καὶ πέμπεις ἑκών, οὐ βίᾳ - μὴ τοῦτο λέξῃς - σῇ δάμαρτι, παῖδα σὴν δεῦρ ἀποστέλλειν, Ἀχιλλεῖ πρόφασιν ὡς γαμουμένην. κᾆθ ὑποστρέψας λέληψαι μεταβαλὼν ἄλλας γραφάς, ὡς φονεὺς οὐκέτι θυγατρὸς σῆς ἔσῃ. μάλιστά γε. οὗτος αὑτός ἐστιν αἰθὴρ ὃς τάδ ἤκουσεν σέθεν. μυρίοι δέ τοι πεπόνθας αὐτό: πρὸς τὰ πράγματα ἐκπονοῦς ἔχοντες, εἶτα δ ἐξεχώρησαν κακῶς, τὰ μὲν ὑπὸ γνώμης πολιτῶν ἀσυνέτου, τὰ δ ἐνδίκως ἀδύνατοι γεγῶτες αὐτοὶ διαφυλάξασθαι πόλιν. Ἑλλάδος μάλιστ ἔγωγε τῆς ταλαιπώρου στένω, ἥ, θέλουσα δρᾶν τι κεδνόν, βαρβάρους τοὺς οὐδένας καταγελῶντας ἐξανήσει διὰ σὲ καὶ τὴν σὴν κόρην. μηδέν ἀνδρείας ἕκατι προστάτην θείμην χθονός, μηδ ὅπλων ἄρχοντα: νοῦν χρὴ τὸν στρατηλάτην ἔχειν: πόλεος ὡς ἄρχων ἀνὴρ πᾶς, ξύνεσιν ἢν ἔχων τύχῃ. δεινὸν κασιγνήτοισι γίγνεσθαι λόγους μάχας θ, ὅταν ποτ ἐμπέσωσιν εἰς ἔριν.

βούλομαί ς εἰπεῖν κακῶς εὖ, βραχέα, μὴ λίαν ἄνω βλέφαρα πρὸς τἀναιδὲς ἀγαγών, ἀλλὰ σωφρονεστέρως, ὡς ἀδελφὸν ὄντ:

ἀνὴρ γὰρ χρηστὸς αἰδεῖσθαι φιλεῖ. εἰπέ μοι, τί δεινὰ φυσᾷς αἱματηρὸν ὄμμ ἔχων· τίς ἀδικεῖ σε· τοῦ κέχρησαι· χρηστὰ λέκτρ ἐρᾷς λαβεῖν· οὐκ ἔχοιμ ἄν σοι παρασχεῖν: ὧν γὰρ ἐκτήσω, κακῶς ἦρχες. εἶτ ἐγὼ δίκην δῶ σῶν κακῶν, ὁ μὴ σφαλείς· οὐ δάκνει σε τὸ φιλότιμον τοὐμόν, ἀλλ ἐν ἀγκάλαις εὐπρεπῆ γυναῖκα χρῄζεις, τὸ λελογισμένον παρεὶς καὶ τὸ καλόν, ἔχειν. πονηροῦ φωτὸς ἡδοναὶ κακαί. εἰ δ ἐγώ, γνοὺς πρόσθεν οὐκ εὖ, μετετέθην εὐβουλίᾳ, μαίνομαι· σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχος ἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ. ὤμοσαν τὸν Τυνδάρειον ὁρ´κον οἱ κακόφρονες φιλόγαμοι μνηστῆρες - ἡ δέ γ Ἐλπίς, οἶμαι μέν, θεός, κἀξέπραξεν αὐτὸ μᾶλλον ἢ σὺ καὶ τὸ σὸν σθένος - οὓς λαβὼν στράτευε: ἕτοιμοι δ εἰσὶ μωρίᾳ φρενῶν. οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ ἔχει συνιέναι τοὺς κακῶς παγέντας ὁρ´κους καὶ κατηναγκασμένους. τἀμὰ δ οὐκ ἀποκτενῶ γὼ τέκνα: κοὐ τὸ σὸν μὲν εὖ παρὰ δίκην ἔσται κακίστης εὔνιδος τιμωρίᾳ, ἐμὲ δὲ συντήξουσι νύκτες ἡμέραι τε δακρύοις, ἄνομα δρῶντα κοὐ δίκαια παῖδας οὓς ἐγεινάμην. ταῦτά σοι βραχέα λέλεκται καὶ σαφῆ καὶ ῥᾴδια: εἰ δὲ μὴ βούλῃ φρονεῖν εὖ, τἄμ ἐγὼ θήσω καλῶς.?

상위

Iphigenia in Aulis

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION