호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βούλομαί ς εἰπεῖν κακῶς εὖ, βραχέα, μὴ λίαν ἄνω βλέφαρα πρὸς τἀναιδὲς ἀγαγών, ἀλλὰ σωφρονεστέρως, ὡς ἀδελφὸν ὄντ:? ἀνὴρ γὰρ χρηστὸς αἰδεῖσθαι φιλεῖ. εἰπέ μοι, τί δεινὰ φυσᾷς αἱματηρὸν ὄμμ ἔχων· τίς ἀδικεῖ σε· τοῦ κέχρησαι· χρηστὰ λέκτρ ἐρᾷς λαβεῖν· οὐκ ἔχοιμ ἄν σοι παρασχεῖν: ὧν γὰρ ἐκτήσω, κακῶς ἦρχες. εἶτ ἐγὼ δίκην δῶ σῶν κακῶν, ὁ μὴ σφαλείς· οὐ δάκνει σε τὸ φιλότιμον τοὐμόν, ἀλλ ἐν ἀγκάλαις εὐπρεπῆ γυναῖκα χρῄζεις, τὸ λελογισμένον παρεὶς καὶ τὸ καλόν, ἔχειν. πονηροῦ φωτὸς ἡδοναὶ κακαί. εἰ δ ἐγώ, γνοὺς πρόσθεν οὐκ εὖ, μετετέθην εὐβουλίᾳ, μαίνομαι· σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχος ἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ. ὤμοσαν τὸν Τυνδάρειον ὁρ´κον οἱ κακόφρονες φιλόγαμοι μνηστῆρες - ἡ δέ γ Ἐλπίς, οἶμαι μέν, θεός, κἀξέπραξεν αὐτὸ μᾶλλον ἢ σὺ καὶ τὸ σὸν σθένος - οὓς λαβὼν στράτευε: ἕτοιμοι δ εἰσὶ μωρίᾳ φρενῶν. οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ ἔχει συνιέναι τοὺς κακῶς παγέντας ὁρ´κους καὶ κατηναγκασμένους. τἀμὰ δ οὐκ ἀποκτενῶ γὼ τέκνα: κοὐ τὸ σὸν μὲν εὖ παρὰ δίκην ἔσται κακίστης εὔνιδος τιμωρίᾳ, ἐμὲ δὲ συντήξουσι νύκτες ἡμέραι τε δακρύοις, ἄνομα δρῶντα κοὐ δίκαια παῖδας οὓς ἐγεινάμην. ταῦτά σοι βραχέα λέλεκται καὶ σαφῆ καὶ ῥᾴδια: εἰ δὲ μὴ βούλῃ φρονεῖν εὖ, τἄμ ἐγὼ θήσω καλῶς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기