호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολύθυτον δὲ δι ἄλσος Ἀρ- τέμιδος ἤλυθον ὀρομένα, φοινίσσουσα παρῇδ ἐμὰν αἰσχύνᾳ νεοθαλεῖ, ἀσπίδος ἔρυμα καὶ κλισίας ὁπλοφόρους Δαναῶν θέλους ἵππων τ ὄχλον ἰδέσθαι.? κατεῖδον δὲ δύ Αἰάντε συνέδρω, τὸν Οἰλέως Τελαμῶνός τε γόνον, τὸν Σαλαμῖνος στέφανον: Πρω- τεσίλαόν τ ἐπὶ θάκοις πεσσῶν ἡδομένους μορ- φαῖσι πολυπλόκοις Παλαμήδεά θ, ὃν τέκε παῖς ὁ Ποσει- δᾶνος, Διομήδεά θ ἡδο- ναῖς δίσκου κεχαρημένον, παρὰ δὲ Μηριόνην, Ἄρεος ὄζον, θαῦμα βροτοῖσιν, τὸν ἀπὸ νησαίων τ ὀρέων Λαέρτα τόκον, ἅμα δὲ Νι- ρέα, κάλλιστον Ἀχαιῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기