호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔμολον ἀμφὶ παρακτίαν ψάμαθον Αὐλίδος ἐναλίας, Εὐρίπου διὰ χευμάτων κέλσασα στενοπόρθμων, Χαλκίδα πόλιν ἐμὰν προλιποῦς, ἀγχιάλων ὑδάτων τροφὸν τᾶς κλεινᾶς Ἀρεθούσας, Ἀχαιῶν στρατιὰν ὡς ἐσιδοίμαν Ἀχαιῶν τε πλάτας ναυσιπόρους ἡ- μιθέων, οὓς ἐπὶ Τροίαν ἐλάταις χιλιόναυσιν τὸν ξανθὸν Μενέλαόν θ ἁμέτεροι πόσεις ἐνέπους Ἀγαμέμνονά τ εὐπατρίδαν στέλλειν ἐπὶ τὰν Ἑλέναν, ἀπ Εὐρώτα δονακοτρόφου Πάρις ὁ βουκόλος ἃν ἔλαβε δῶρον τᾶς Ἀφροδίτας, ὅτ ἐπὶ κρηναίαισι δρόσοις Ἥρᾳ Παλλάδι τ ἔριν ἔριν μορφᾶς ἁ Κύπρις ἔσχεν.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기