호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὦ πρέσβυ, δόμων τῶνδε πάροιθεν στεῖχε.? στείχω. τί δὲ καινουργεῖς, Ἀγάμεμνον ἄναξ· σπεύσεις· σπεύδω. μάλα τοι γῆρας τοὐμὸν ἀύπνον καὶ ἐπ ὀφθαλμοῖς ὀξὺ πάρεστιν. τίς ποτ ἄρ ἀστὴρ ὅδε πορθμεύει· Σείριος ἐγγὺς τῆς ἑπταπόρου Πλειάδος ᾄσσων ἔτι μεσσήρης. οὔκουν φθόγγος γ οὔτ ὀρνίθων οὔτε θαλάσσης: σιγαὶ δ ἀνέμων τόνδε κατ Εὔριπον ἔχουσιν. τί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις, Ἀγάμεμνον ἄναξ· ἔτι δ ἡσυχία τῇδε κατ Αὖλιν καὶ ἀκίνητοι φυλακαὶ τειχέων. στείχωμεν ἔσω. ζηλῶ σέ, γέρον, ζηλῶ δ ἀνδρῶν ὃς ἀκίνδυνον βίον ἐξεπέρας ἀγνὼς ἀκλεής: τοὺς δ ἐν τιμαῖς ἧσσον ζηλῶ. καὶ μὴν τὸ καλόν γ ἐνταῦθα βίου. τοῦτο δέ γ ἐστὶν τὸ καλὸν σφαλερόν, καὶ τὸ πρότιμον γλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον. τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντ ἀνέτρεψε βίον, τοτὲ δ ἀνθρώπων γνῶμαι πολλαὶ καὶ δυσάρεστοι διέκναισαν. οὐκ ἄγαμαι ταῦτ ἀνδρὸς ἀριστέως. οὐκ ἐπὶ πᾶσίν ς ἐφύτευς ἀγαθοῖς, Ἀγάμεμνον, Ἀτρεύς. δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι: θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς, τὰ θεῶν οὕτω βουλόμεν ἔσται. σὺ δὲ λαμπτῆρος φάος ἀμπετάσας δέλτον τε γράφεις τήνδ ἣν πρὸ χερῶν ἔτι βαστάζεις, καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖς καὶ σφραγίζεις λύεις τ ὀπίσω ῥίπτεις τε πέδῳ πεύκην, θαλερὸν κατὰ δάκρυ χέων, καὶ τῶν ἀπόρων οὐδενὸς ἐνδεῖς μὴ οὐ μαίνεσθαι. τί πονεῖς· τί νέον περὶ σοί, βασιλεῦ· φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς. πρὸς <δ> ἄνδρ ἀγαθὸν πιστόν τε φράσεις: σῇ γάρ μ ἀλόχῳ τότε Τυνδάρεως πέμπει φερνὴν συννυμφοκόμον τε δίκαιον. πέμπω σοι πρὸς ταῖς πρόσθεν δέλτους, ὦ Λήδας ἔρνος . . . λέγε καὶ σήμαιν, ἵνα καὶ γλώσσῃ σύντονα τοῖς σοῖς γράμμασιν αὐδῶ. μὴ στέλλειν τὰν σὰν ἶνιν πρὸς τὰν κολπώδη πτέρυγ Εὐβοίας Αὖλιν ἀκλύσταν. εἰς ἄλλας ὡρ´ας γὰρ δὴ παιδὸς δαίσομεν ὑμεναίους. καὶ πῶς Ἀχιλεὺς λέκτρων ἀπλακὼν οὐ μέγα φυσῶν θυμὸν ἐπαρεῖ σοὶ σῇ τ ἀλόχῳ· τόδε καὶ δεινόν: σήμαιν ὅ τι φῄς. ὄνομ, οὐκ ἔργον, παρέχων Ἀχιλεὺς οὐκ οἶδε γάμους, οὐδ ὅ τι πράσσομεν, οὐδ ὅτι κείνῳ παῖδ ἐπεφήμισα νυμφείους εἰς ἀγκώνων εὐνὰς ἐκδώσειν λέκτροις. δεινά γ ἐτόλμας, Ἀγάμεμνον ἄναξ, ὃς τῷ τῆς θεᾶς σὴν παῖδ ἄλοχον φατίσας ἦγες σφάγιον Δαναοῖς. οἴμοι, γνώμας ἐξέσταν, αἰαῖ, πίπτω δ εἰς ἄταν. ἀλλ ἴθ ἐρέσσων σὸν πόδα, γήρᾳ μηδὲν ὑπείκων. σπεύδω, βασιλεῦ. μή νυν μήτ ἀλσώδεις ἵζου κρήνας μήθ ὕπνῳ θελχθῇς. εὔφημα θρόει. πάντῃ δὲ πόρον σχιστὸν ἀμείβων λεῦσσε, φυλάσσων μή τίς σε λάθῃ τροχαλοῖσιν ὄχοις παραμειψαμένη παῖδα κομίζους ἐνθάδ ἀπήνη Δαναῶν πρὸς ναῦς. ἔσται τάδε. κλῄθρων δ ἐξόρμοις ἤν νιν πομπαῖς ἀντήσῃς, πάλιν εἰσόρμα, σεῖε χαλινούς, ἐπὶ Κυκλώπων ἱεὶς θυμέλας. πιστὸς δὲ φράσας τάδε πῶς ἔσομαι, λέγε, παιδὶ σέθεν τῇ σῇ τ ἀλόχῳ· σφραγῖδα φύλασς ἣν ἐπὶ δέλτῳ τήνδε κομίζεις. ἴθι. λευκαίνει τόδε φῶς ἤδη λάμπους ἠὼς πῦρ τε τεθρίππων τῶν Αἐλίου: σύλλαβε μόχθων. θνητῶν δ ὄλβιος ἐς τέλος οὐδεὶς οὐδ εὐδαίμων: οὔπω γὰρ ἔφυ τις ἄλυπος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기