- 텍스트

Euripides, Ion, choral, strophe 2

(에우리피데스, Ion, choral, strophe 2)

αἰσχύνομαι τὸν πολύυ- μνον θεόν, εἰ παρὰ καλλιχόροισι παγαῖς λαμπάδα θεωρὸν εἰκάδων ὄψεται ἐννύχιος ἀύπνος ὤν, ὅτε καὶ Διὸς ἀστερωπὸς ἀνεχόρευσεν αἰθήρ, χορεύει δὲ σελάνα καὶ πεντήκοντα κόραι Νηρέος, αἱ κατὰ πόντον ἀενάων τε ποταμῶν δίνας, χορευόμεναι τὰν χρυσοστέφανον κόραν καὶ ματέρα σεμνάν:? ἵν ἐλπίζει βασιλεύ- σειν ἄλλων πόνον ἐσπεσὼν ὁ Φοίβειος ἀλάτας.?

상위

Ion

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION