- 텍스트

Euripides, Ion, episode, trochees

(에우리피데스, Ion, episode, trochees)

πρόσπολοι γυναῖκες, αἳ τῶνδ ἀμφὶ κρηπῖδας δόμων θυοδόκων φρούρημ ἔχουσαι δεσπότιν φυλάσσετε, ἐκλέλοιπ ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον Ξοῦθος, ἢ μίμνει κατ οἶκον ἱστορῶν ἀπαιδίαν·? ἐν δόμοις ἔστ, ὦ ξέν: οὔπω δῶμ ὑπερβαίνει τόδε. ὡς δ ἐπ ἐξόδοισιν ὄντος, τῶνδ ἀκούομεν πυλῶν δοῦπον, ἐξιόντα τ ἤδη δεσπότην ὁρᾶν πάρα. ὦ τέκνον, χαῖρ: ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι. χαίρομεν: σὺ δ εὖ φρόνει γε, καὶ δύ ὄντ εὖ πράξομεν. δὸς χερὸς φίλημά μοι σῆς σώματός τ ἀμφιπτυχάς. εὖ φρονεῖς μέν· ἤ ς ἔμηνε θεοῦ τις, ὦ ξένε, βλάβη· σωφρονῶ: τὰ φίλταθ εὑρὼν οὐ φυγεῖν ἐφίεμαι. παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξῃς χερί. ἅψομαι: κοὐ ῥυσιάζω, τἀμὰ δ εὑρίσκω φίλα. οὐκ ἀπαλλάξῃ, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν· ὡς τί δὴ φεύγεις με· σαυτοῦ γνωρίσας τὰ φίλτατα - οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους. κτεῖνε καὶ πίμπρη: πατρὸς γάρ, ἢν κτάνῃς, ἔσῃ φονεύς. ποῦ δέ μοι πατὴρ σύ· ταῦτ οὖν οὐ γέλως κλύειν ἐμοῦ· οὔ: τρέχων ὁ μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν. καὶ τί μοι λέξεις· πατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός. τίς λέγει τάδε· ὅς ς ἔθρεψεν ὄντα Λοξίας ἐμόν. μαρτυρεῖς σαυτῷ. τὰ τοῦ θεοῦ γ ἐκμαθὼν χρηστήρια. ἐσφάλης αἴνιγμ ἀκούσας. οὐκ ἄρ ὄρθ ἀκούομεν. ὁ δὲ λόγος τίς ἐστι Φοίβου· τὸν συναντήσαντά μοι - τίνα συνάντησιν· δόμων τῶνδ ἐξιόντι τοῦ θεοῦ συμφορᾶς τίνος κυρῆσαι· παῖδ ἐμὸν πεφυκέναι. σὸν γεγῶτ, ἢ δῶρον ἄλλως· δῶρον, ὄντα δ ἐξ ἐμοῦ. πρῶτα δῆτ ἐμοὶ ξυνάπτεις πόδα σόν· οὐκ ἄλλῳ, τέκνον. ἡ τύχη πόθεν ποθ ἥκει· δύο μίαν θαυμάζομεν. ἐά. τίνος δέ σοι πέφυκα μητρός· οὐκ ἔχω φράσαι. οὐδὲ Φοῖβος εἶπε· τερφθεὶς τοῦτο, κεῖν οὐκ ἠρόμην. γῆς ἄρ ἐκπέφυκα μητρός. οὐ πέδον τίκτει τέκνα. πῶς ἂν οὖν εἰήν σός· οὐκ οἶδ, ἀναφέρω δ ἐς τὸν θεόν. φέρε λόγων ἁψώμεθ ἄλλων. ταῦτ ἀμείνον, ὦ τέκνον. ἦλθες ἐς νόθον τι λέκτρον· μωρίᾳ γε τοῦ νέου. πρὶν κόρην λαβεῖν Ἐρεχθέως· οὐ γὰρ ὕστερόν γέ πω. ἆρα δῆτ ἐκεῖ μ ἔφυσας· τῷ χρόνῳ γε συντρέχει. κᾆτα πῶς ἀφικόμεσθα δεῦρο - ταῦτ ἀμηχανῶ. διὰ μακρᾶς ἐλθὼν κελεύθου· τοῦτο κἄμ ἀπαιολεῖ. Πυθίαν δ ἦλθες πέτραν πρίν· ἐς φανάς γε Βακχίου. προξένων δ ἔν του κατέσχες· ὅς με Δελφίσιν κόραις . . . ἐθιάσευς, ἢ πῶς τάδ αὐδᾷς· Μαινάσιν γε Βακχίου. ἔμφρον ἢ κάτοινον ὄντα· Βακχίου πρὸς ἡδοναῖς. τοῦτ ἐκεῖν ἵν ἐσπάρημεν. ὁ πότμος ἐξηῦρεν, τέκνον. πῶς δ ἀφικόμεσθα ναούς· ἔκβολον κόρης ἴσως. ἐκπεφεύγαμεν τὸ δοῦλον. πατέρα νυν δέχου, τέκνον. τῷ θεῷ γοῦν οὐκ ἀπιστεῖν εἰκός. εὖ φρονεῖς ἄρα. καὶ τί βουλόμεσθά γ ἄλλο - νῦν ὁρᾷς ἃ χρή ς ὁρᾶν. ἢ Διὸς παιδὸς γενέσθαι παῖς· ὃ σοί γε γίγνεται. ἦ θίγω δῆθ οἵ μ ἔφυσαν· πιθόμενός γε τῷ θεῷ. χαῖρέ μοι, πάτερ - φίλον γε φθέγμ ἐδεξάμην τόδε. ἡμέρα θ ἡ νῦν παροῦσα. μακάριόν γ ἔθηκέ με. ὦ φίλη μῆτερ, πότ ἆρα καὶ σὸν ὄψομαι δέμας· νῦν ποθῶ σε μᾶλλον ἢ πρίν, ἥτις εἶ ποτ, εἰσιδεῖν. ἀλλ ἴσως τέθνηκας, ἡμεῖς δ οὐδὲν ἂν δυναίμεθα.?

상위

Ion

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION