호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ Πανὸς θακήματα καὶ παραυλίζουσα πέτρα μυχώδεσι Μακραῖς, ἵνα χοροὺς στείβουσι ποδοῖν Ἀγλαύρου κόραι τρίγονοι στάδια χλοερὰ πρὸ Παλλάδος ναῶν, συρίγγων ὑπ αἰόλας ἰαχᾶς ὕμνων, ὅτ ἀναλίοις συρίζεις, ὦ Πάν, τοῖς σοῖσιν ἐν ἄντροις, ἵνα τεκοῦσά τις Φοίβῳ παρθένος, ὦ μελέα, βρέφος, πτανοῖς ἐξόρισεν θοίναν θηρσί τε φοινίαν δαῖτα, πικρῶν γάμων ὕβριν:? οὔτ ἐπὶ κερκίσιν οὔτε λόγοις φάτιν ἀιόν εὐτυχίας μετέχειν θεόθεν τέκνα θνατοῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기