호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σὲ τὰν ὠδίνων λοχιᾶν ἀνειλείθυιαν, ἐμὰν Ἀθάναν, ἱκετεύω, Προμηθεῖ Τιτᾶνι λοχευ- θεῖσαν κατ ἀκροτάτας κορυφᾶς Διός, ὦ μάκαιρα Νίκα, μόλε Πύθιον οἶκον, Ὀλύμπου χρυσέων θαλάμων πταμένα πρὸς ἀγυιάς, Φοιβήιος ἔνθα γᾶς μεσσόμφαλος ἑστία παρὰ χορευομένῳ τρίποδι μαντεύματα κραίνει, σὺ καὶ παῖς ἁ Λατογενής, δύο θεαὶ δύο παρθένοι, κασίγνηται σεμναὶ Φοίβου.? ἱκετεύσατε δ, ὦ κόραι, τὸ παλαιὸν Ἐρεχθέως γένος εὐτεκνίας χρονίου καθαροῖς μαντεύμασι κῦρσαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기