- 텍스트

Euripides, Ion, episode

(에우리피데스, Ion, episode)

γενναιότης σοι, καὶ τρόπων τεκμήριον τὸ σχῆμ ἔχεις τόδ, ἥτις εἶ ποτ, ὦ γύναι.? γνοίη δ ἂν ὡς τὰ πολλά γ ἀνθρώπου πέρι τὸ σχῆμ ἰδών τις εἰ πέφυκεν εὐγενής. ἐά: ἀλλ ἐξέπληξάς μ, ὄμμα συγκλῄσασα σὸν δακρύοις θ ὑγράνας εὐγενῆ παρηίδα, ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια. τί ποτε μερίμνης ἐς τόδ ἦλθες, ὦ γύναι· ὃ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ χαίρουσιν, ἐνταῦθ ὄμμα σὸν δακρυρροεῖ· ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει ἐς θαύματ ἐλθεῖν δακρύων ἐμῶν πέρι: ἐγὼ δ ἰδοῦσα τούσδ Ἀπόλλωνος δόμους μνήμην παλαιὰν ἀνεμετρησάμην τινά: οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδ οὖσά που. ὦ τλήμονες γυναῖκες: ὦ τολμήματα θεῶν. τί δῆτα· ποῖ δίκην ἀνοίσομεν, εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα· τί χρῆμ ἀνερμήνευτα δυσθυμῇ, γύναι· οὐδέν: μεθῆκα τόξα: τἀπὶ τῷδε δὲ ἐγώ τε σιγῶ, καὶ σὺ μὴ φρόντιζ ἔτι. τίς δ εἶ· πόθεν γῆς ἦλθες· ἐκ ποίας πάτρας πέφυκας· ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών· Κρέουσα μέν μοι τοὔνομ, ἐκ δ Ἐρεχθέως πέφυκα, πατρὶς γῆ δ Ἀθηναίων πόλις. ὦ κλεινὸν οἰκοῦς ἄστυ γενναίων τ ἄπο τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι. τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξέν, οὐ πέρα. πρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς . . . · τί χρῆμ ἐρωτᾷς, ὦ ξέν, ἐκμαθεῖν θέλων· ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ· Ἐριχθόνιός γε: τὸ δὲ γένος μ οὐκ ὠφελεῖ. ἦ καί σφ Ἀθάνα γῆθεν ἐξανείλετο· ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν. δίδωσι δ, ὥσπερ ἐν γραφῇ νομίζεται . . . · Κέκροπός γε σῴζειν παισὶν οὐχ ὁρώμενον. ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς. τοιγὰρ θανοῦσαι σκόπελον ᾕμαξαν πέτρας. εἰε῟ν: τί δαὶ τόδ· ἆρ ἀληθὲς ἢ μάτην λόγος . . . τί χρῆμ ἐρωτᾷς· καὶ γὰρ οὐ κάμνω σχολῇ. πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους· ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν. σὺ δ ἐξεσώθης πῶς κασιγνήτων μόνη· βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις. πατέρα δ ἀληθῶς χάσμα σὸν κρύπτει χθονός· πληγαὶ τριαίνης ποντίου σφ ἀπώλεσαν. Μακραὶ δὲ χῶρός ἐστ ἐκεῖ κεκλημένος· τί δ ἱστορεῖς τόδ· ὥς μ ἀνέμνησάς τινος. τιμᾷ σφε Πύθιος ἀστραπαί τε Πύθιαι. τιμᾶ τιμᾶ : ὡς μήποτ ὤφελόν σφ ἰδεῖν. τί δὲ στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα· οὐδέν: ξύνοιδ ἄντροισιν αἰσχύνην τινά. πόσις δὲ τίς ς ἔγημ Ἀθηναίων, γύναι· οὐκ ἀστός, ἀλλ ἐπακτὸς ἐξ ἄλλης χθονός. τίς· εὐγενῆ νιν δεῖ πεφυκέναι τινά. Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τ ἄπο. καὶ πῶς ξένος ς ὢν ἔσχεν οὖσαν ἐγγενῆ· Εὔβοι Ἀθήναις ἔστι τις γείτων πόλις . . . ὁρ´οις ὑγροῖσιν, ὡς λέγους, ὡρισμένη. ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί. ἐπίκουρος ἐλθών· κᾆτα σὸν γαμεῖ λέχος· φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας. σὺν ἀνδρὶ δ ἥκεις ἢ μόνη χρηστήρια· σὺν ἀνδρί. σηκοὺς δ ἐκστρέφει Τροφωνίου. πότερα θεατὴς ἢ χάριν μαντευμάτων· κείνου τε Φοίβου θ ἓν θέλων μαθεῖν ἔπος. καρποῦ δ ὕπερ γῆς ἥκετ, ἢ παίδων πέρι· ἄπαιδές ἐσμεν, χρόνι ἔχοντ εὐνήματα. οὐδ ἔτεκες οὐδὲν πώποτ, ἀλλ ἄτεκνος εἶ· ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν. ὦ τλῆμον, ὡς τἄλλ εὐτυχοῦς οὐκ εὐτυχεῖς. σὺ δ εἶ τίς·

ὥς σου τὴν τεκοῦσαν ὤλβισα. τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τ, ὦ γύναι. ἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο· οὐκ οἶδα πλὴν ἕν: Λοξίου κεκλήμεθα. ἡμεῖς ς ἄρ αὖθις, ὦ ξέν, ἀντοικτίρομεν. ὡς μὴ εἰδόθ ἥτις μ ἔτεκεν ἐξ ὅτου τ ἔφυν. ναοῖσι δ οἰκεῖς τοισίδ ἢ κατὰ στέγας· ἅπαν θεοῦ μοι δῶμ, ἵν ἂν λάβῃ μ ὕπνος. παῖς δ ὢν ἀφίκου ναὸν ἢ νεανίας· βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι. καὶ τίς γάλακτί ς ἐξέθρεψε Δελφίδων· οὐπώποτ ἔγνων μαστόν: ἣ δ ἔθρεψέ με . . . τίς, ὦ ταλαίπωρ· ὡς νοσοῦς ηὑρ῀ον νόσους. Φοίβου προφῆτις, μητέρ ὣς νομίζομεν. ἐς δ ἄνδρ ἀφίκου τίνα τροφὴν κεκτημένος· βωμοί μ ἔφερβον οὑπιών τ ἀεὶ ξένος. τάλαινά ς ἡ τεκοῦσα: τίς ποτ ἦν ἄρα· ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως. ἔχεις δὲ βίοτον: εὖ γὰρ ἤσκησαι πέπλοις. τοῖς τοῦ θεοῦ κοσμούμεθ, ᾧ δουλεύομεν. οὐδ ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς· ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον. φεῦ: πέπονθέ τις σῇ μητρὶ ταὔτ ἄλλη γυνή. τίς· εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν. ἧς οὕνεκ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν. ποῖόν τι χρῄζους· ὡς ὑπουργήσω, γύναι. μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν. λέγοις ἄν: ἡμεῖς τἄλλα προξενήσομεν. ἄκουε δὴ τὸν μῦθον. - ἀλλ αἰδούμεθα. οὔ τἄρα πράξεις οὐδέν: ἀργὸς ἡ θεός. Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν. Φοίβῳ γυνὴ γεγῶσα· μὴ λέγ, ὦ ξένη. καὶ παῖδά γ ἔτεκε τῷ θεῷ λάθρα πατρός. οὐκ ἔστιν: ἀνδρὸς ἀδικίαν αἰσχύνεται. οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια. τί χρῆμα δράσας, εἰ θεῷ συνεζύγη· τὸν παῖδ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων. ὁ δ ἐκτεθεὶς παῖς ποῦ στιν· εἰσορᾷ φάος· οὐκ οἶδεν οὐδείς. ταῦτα καὶ μαντεύομαι. εἰ δ οὐκέτ ἔστι, τίνι τρόπῳ διεφθάρη· θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν. ποίῳ τόδ ἔγνω χρωμένη τεκμηρίῳ· ἐλθοῦς ἵν αὐτὸν ἐξέθηκ οὐχ ηὑρ῀ ἔτι. ἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος· οὔ φησι. καίτοι πόλλ ἐπεστράφη πέδον. χρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ· σοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον. ἀδικεῖ νιν ὁ θεός:

ἡ τεκοῦσα δ ἀθλία. οὔκουν ἔτ ἄλλον γ ὕστερον τίκτει γόνον. τί δ, εἰ λάθρα νιν Φοῖβος ἐκτρέφει λαβών· τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος. οἴμοι: προσῳδὸς ἡ τύχη τὠμῷ πάθει. καὶ σέ, ὦ ξέν, οἶμαι μητέρ ἀθλίαν ποθεῖν. καὶ μή γ ἐπ οἶκτόν μ ἔξαγ οὗ λελήσμεθα. σιγῶ: πέραινε δ ὧν ς ἀνιστορῶ πέρι. οἶσθ οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι· τί δ οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ· πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται· εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος. αἰσχύνεται τὸ πρᾶγμα: μὴ ξέλεγχέ νιν. ἀλγύνεται δέ γ ἡ παθοῦσα τῇ τύχῃ. οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε. ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι δράσειεν ἄν τι πῆμα. ἀπαλλάσσου, γύναι. τῷ γὰρ θεῷ τἀναντί οὐ μαντευτέον. ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν, εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομεν φράζειν ἃ μὴ θέλουσιν, ἢ προβωμίοις σφαγαῖσι μήλων ἢ δι οἰωνῶν πτεροῖς. ἃν γὰρ βίᾳ σπεύδωμεν ἀκόντων θεῶν, ἄκοντα κεκτήμεσθα τἀγάθ, ὦ γύναι: ἃ δ ἂν διδῶς ἑκόντες, ὠφελούμεθα. πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν, μορφαὶ δὲ διαφέρουσιν: ἓν δ ἂν εὐτυχὲς μόλις ποτ ἐξεύροι τις ἀνθρώπων βίῳ. ὦ Φοῖβε, κἀκεῖ κἀνθάδ οὐ δίκαιος εἶ ἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι: ὃς οὔτ ἔσωσας τὸν σὸν ὃν σῶσαί ς ἐχρῆν, οὔθ ἱστορούσῃ μητρὶ μάντις ὢν ἐρεῖς, ὡς, εἰ μὲν οὐκέτ ἔστιν, ὀγκωθῇ τάφῳ, εἰ δ ἔστιν . . . ἀλλ ἐᾶν χρὴ τάδ, εἰ πρὸς τοῦ θεοῦ κωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι. ἀλλ, ὦ ξέν, εἰσορῶ γὰρ εὐγενῆ πόσιν Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους σίγα πρὸς ἄνδρα, μή τιν αἰσχύνην λάβω διακονοῦσα κρυπτά, καὶ προβῇ λόγος οὐχ ᾗπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν.

τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας, κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι μισούμεθ: οὕτω δυστυχεῖς πεφύκαμεν. πρῶτον μὲν ὁ θεὸς τῶν ἐμῶν προσφθεγμάτων λαβὼν ἀπαρχὰς χαιρέτω, σύ τ, ὦ γύναι.

μῶν χρόνιος ἐλθών ς ἐξέπληξ ὀρρωδίᾳ· οὐδέν γ: ἀφίκου δ ἐς μέριμναν. ἀλλά μοι λέξον, τί θέσπισμ ἐκ Τροφωνίου φέρεις, παίδων ὅπως νῷν σπέρμα συγκραθήσεται· οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν μαντεύμαθ: ἓν δ οὖν εἶπεν: οὐκ ἄπαιδά με πρὸς οἶκον ἥξειν οὐδὲ σὲ ἐκ χρηστηρίων. ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως ἔλθοιμεν, ἅ τε νῷν συμβόλαια πρόσθεν ἦν ἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα. ἔσται τάδ: ἀλλὰ τίς προφητεύει θεοῦ· ἡμεῖς τά γ ἔξω, τῶν ἔσω δ ἄλλοις μέλει, οἳ πλησίον θάσσουσι τρίποδος, ὦ ξένε, Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος. καλῶς: ἔχω δὴ πάνθ ὅσων ἐχρῄζομεν. στείχοιμ ἂν εἴσω: καὶ γάρ, ὡς ἐγὼ κλύω, χρηστήριον πέπτωκε τοῖς ἐπήλυσι κοινὸν πρὸ ναοῦ: βούλομαι δ ἐν ἡμέρᾳ τῇδ - αἰσία γάρ - θεοῦ λαβεῖν μαντεύματα. σὺ δ ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρους λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς χρησμούς μ ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων. ἔσται τάδ, ἔσται. Λοξίας δ ἐὰν θέλῃ νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας, ἅπας μὲν οὐ γένοιτ ἂν εἰς ἡμᾶς φίλος, ὅσον δὲ χρῄζει - θεὸς γάρ ἐστι - δέξομαι. τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸν κρυπτοῖσιν αἰεὶ λοιδοροῦς αἰνίσσεται· ἤτοι φιλοῦσά γ ἧς ὕπερ μαντεύεται, ἢ καί τι σιγῶς ὧν σιωπᾶσθαι χρεών· ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι μέλει· προσήκει γ οὐδέν. ἀλλὰ χρυσέαις πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια δρόσον καθήσω. νουθετητέος δέ μοι Φοῖβος, τί πάσχει: παρθένους βίᾳ γαμῶν προδίδωσι· παῖδας ἐκτεκνούμενος λάθρᾳ θνῄσκοντας ἀμελεῖ· μὴ σύ γ: ἀλλ, ἐπεὶ κρατεῖς, ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶν κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί. πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς γράψαντας, αὐτοὺς ἀνομίαν ὀφλισκάνειν· εἰ δ - οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι - δίκας βιαίων δώσετ ἀνθρώποις γάμων, σὺ καὶ Ποσειδῶν Ζεύς θ ὃς οὐρανοῦ κρατεῖ, ναοὺς τίνοντες ἀδικίας κενώσετε. τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάρος σπεύδοντες ἀδικεῖτ. οὐκέτ ἀνθρώπους κακῶς λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ μιμούμεθ, ἀλλὰ τοὺς διδάσκοντας τάδε.?

상위

Euripides (에우리피데스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION