호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σέ τοι, τὸν παρὰ ναὸν αὐ- δῶ:? θέμις γυάλων ὑπερ- βῆναι, λευκῷ ποδί γ - · οὐ θέμις, ὦ ξέναι. οὐδ ἂν ἐκ σέθεν ἂν πυθοίμεθ αὐδάν· τίνα τήνδε θέλεις· ἆρ ὄντως μέσον ὀμφαλὸν γᾶς Φοίβου κατέχει δόμος· στέμμασί γ ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες. οὕτω καὶ φάτις αὐδᾷ. εἰ μὲν ἐθύσατε πέλανον πρὸ δόμων καί τι πυθέσθαι χρῄζετε Φοίβου, πάριτ ἐς θυμέλας: ἐπὶ δ ἀσφάκτοις μήλοισι δόμων μὴ πάριτ ἐς μυχόν. ἔχω μαθοῦσα: θεοῦ δὲ νόμον οὐ παραβαίνομεν, ἃ δ ἐκτός, ὄμμα τέρψει. πάντα θεᾶσθ, ὅ τι καὶ θέμις, ὄμμασι. μεθεῖσαν δεσπόται με θεοῦ γύαλα τάδ εἰσιδεῖν. δμῳαὶ δὲ τίνων κλῄζεσθε δόμων· Παλλάδι σύνοικα τρόφιμα μέλα- θρα τῶν ἐμῶν τυράννων: παρούσας δ ἀμφὶ τᾶσδ ἐρωτᾷς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기