- 텍스트

Euripides, Ion, choral, anapests

(에우리피데스, Ion, choral, anapests)

ἀλλ ἐκπαύσω γὰρ μόχθους δάφνας ὁλκοῖς, χρυσέων δ ἐκ τευχέων ῥίψω Γαίας παγάν, ἃν ἀποχεύονται Κασταλίας δῖναι, νοτερὸν ὕδωρ βάλλων, ὅσιος ἀπ εὐνᾶς ὤν.? εἴθ οὕτως αἰεὶ Φοίβῳ λατρεύων μὴ παυσαίμαν, ἢ παυσαίμαν ἀγαθᾷ μοίρᾳ. ἐά ἐά: φοιτῶς ἤδη λείπουσίν τε πτανοὶ Παρνασοῦ κοίτας: αὐδῶ μὴ χρίμπτειν θριγκοῖς μηδ ἐς χρυσήρεις οἴκους - μάρψω ς αὖ τόξοις, ὦ Ζηνὸς κῆρυξ, ὀρνίθων γαμφηλαῖς ἰσχὺν νικῶν. ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσει κύκνος. οὐκ ἄλλᾳ φοινικοφαῆ πόδα κινήσεις· οὐδέν ς ἁ φόρμιγξ ἁ Φοίβου σύμμολπος τόξων ῥύσαιτ ἄν. πάραγε πτέρυγας: λίμνας ἐπίβα τᾶς Δηλιάδος: αἱμάξεις, εἰ μὴ πείσῃ, τὰς καλλιφθόγγους ᾠδάς. ἐά ἐά: τίς ὅδ ὀρνίθων καινὸς προσέβα· μῶν ὑπὸ θριγκοὺς εὐναίας καρφυρὰς θήσων τέκνοις· ψαλμοί ς εἴρξουσιν τόξων. οὐ πείσῃ· χωρῶν δίναις ταῖς Ἀλφειοῦ παιδούργει, ἢ νάπος Ἴσθμιον, ὡς ἀναθήματα μὴ βλάπτηται ναοί θ οἱ Φοίβου. . . . κτείνειν δ ὑμᾶς αἰδοῦμαι τοὺς θεῶν ἀγγέλλοντας φήμας θνατοῖς: οἷς δ ἔγκειμαι μόχθοις, Φοίβῳ δουλεύσω, κοὐ λήξω τοὺς βόσκοντας θεραπεύων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION