- 텍스트

Euripides, Ion, choral, antistrophe 1

(에우리피데스, Ion, choral, antistrophe 1)

καλόν γε τὸν πόνον, ὦ Φοῖβε, σοὶ πρὸ δόμων λατρεύ- ω τιμῶν μαντεῖον ἕδραν:? κλεινὸς δ ὁ πόνος μοι θεοῖσιν δούλαν χέρ ἔχειν οὐ θνατοῖς, ἀλλ ἀθανάτοις: εὐφάμους δὲ πόνους μοχθεῖν οὐκ ἀποκάμνω. Φοῖβός μοι γενέτωρ πατήρ: τὸν βόσκοντα γὰρ εὐλογῶ, τὸ δ ὠφέλιμον ἐμοὶ πατέρος ὄνομα λέγω Φοίβου τοῦ κατὰ ναόν. ὦ Παιὰν ὦ Παιάν, εὐαίων εὐαίων εἰής, ὦ Λατοῦς παῖ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION