호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἁρ´ματα μὲν τάδε λαμπρὰ τεθρίππων Ἥλιος ἤδη λάμπει κατὰ γῆν, ἄστρα δὲ φεύγει πυρὶ τῷδ αἰθέρος ἐς νύχθ ἱεράν:? Παρνησιάδες δ ἄβατοι κορυφαὶ καταλαμπόμεναι τὴν ἡμερίαν ἁψῖδα βροτοῖσι δέχονται. σμύρνης δ ἀνύδρου καπνὸς εἰς ὀρόφους Φοίβου πέταται. θάσσει δὲ γυνὴ τρίποδα ζάθεον Δελφίς, ἀείδους Ἕλλησι βοάς, ἃς ἂν Ἀπόλλων κελαδήσῃ. ἀλλ, ὦ Φοίβου Δελφοὶ θέραπες, τὰς Κασταλίας ἀργυροειδεῖς βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις ἀφυδρανάμενοι στείχετε ναούς: στόμα τ εὔφημον φρουρεῖν ἀγαθόν, φήμας τ ἀγαθὰς τοῖς ἐθέλουσιν μαντεύεσθαι γλώσσης ἰδίας ἀποφαίνειν. ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸς μοχθοῦμεν ἀεί, πτόρθοισι δάφνης στέφεσίν θ ἱεροῖς ἐσόδους Φοίβου καθαρὰς θήσομεν, ὑγραῖς τε πέδον ῥανίσιν νοτερόν: πτηνῶν τ ἀγέλας, αἳ βλάπτουσιν σέμν ἀναθήματα, τόξοισιν ἐμοῖς φυγάδας θήσομεν: ὡς γὰρ ἀμήτωρ ἀπάτωρ τε γεγὼς τοὺς θρέψαντας Φοίβου ναοὺς θεραπεύω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기