- 텍스트

Euripides, Heracles, choral, lyric

(에우리피데스, Heracles, choral, lyric)

ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι τῶν Δαναοῦ παίδων:? τάδε δ ὑπερέβαλε, παρ- έδραμε τὰ τότε κακὰ . . . τάλανι διογενεῖ κόρῳ. μονοτέκνου Πρόκνης φόνον ἔχω λέξαι θυόμενον Μούσαις: σὺ δὲ τέκνα τρίγον, ὦ δάιε, τεκόμενος, λυσσάδι συγκατειργάσω μοίρᾳ. αἰαῖ, τίνα στεναγμὸν ἢ γόον ἢ φθιτῶν ᾠδάν, ἢ τὸν Αἵδα χορὸν ἀχήσω· φεῦ φεῦ: ἴδεσθε, διάνδιχα κλῇθρα κλίνεται ὑψιπύλων δόμων. ἰώ μοι: ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς ἄθλια κείμενα δυστάνου, εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου. περὶ δὲ δεσμὰ καὶ πολύβροχ ἁμμάτων ἐρείσμαθ Ἡράκλειον ἀμφὶ δέμας τάδε λαΐνοις ἀνημμένα κίοσιν οἴκων.?

상위

Heracles

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION