호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πῶς παισὶ στενακτὰν ἄταν ἄταν πατέρος ἀμφαίνεις·? λέγε, τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ μέλαθρα κακὰ τάδε, τλήμονάς τε παίδων τύχας· ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς καθάρσι οἴκων, γῆς ἄνακτ ἐπεὶ κτανὼν ἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης: χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων πατήρ τε Μεγάρα τ: ἐν κύκλῳ δ ἤδη κανοῦν εἵλικτο βωμοῦ, φθέγμα δ ὅσιον εἴχομεν. μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν, ἐς χέρνιβ ὡς βάψειεν, Ἀλκμήνης τόκος ἔστη σιωπῇ. καὶ χρονίζοντος πατρὸς παῖδες προσέσχον ὄμμ: ὁ δ οὐκέθ αὑτὸς ἦν, ἀλλ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος ῥίζας τ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν ἀφρὸν κατέσταζ εὐτρίχου γενειάδος. ἔλεξε δ ἅμα γέλωτι παραπεπληγμένῳ: Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα καθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω· ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε: ὅταν δ ἐνέγκω δεῦρο κρᾶτ Εὐρυσθέως, ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας. ἐκχεῖτε πηγάς, ῥίπτετ ἐκ χειρῶν κανᾶ. τίς μοι δίδωσι τόξα· τίς <δ> ὅπλον χερός· πρὸς τὰς Μυκήνας εἶμι: λάζυσθαι χρεὼν μοχλοὺς δικέλλας θ, ὥστε Κυκλώπων βάθρα φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα στρεπτῷ σιδήρῳ συντριαινῶσαι πάλιν. αὐτοῦ δὲ βαίνων ἁρ´ματ οὐκ ἔχων ἔχειν ἔφασκε, δίφρου δ εἰσέβαινεν ἄντυγας κἄθεινε, κέντρον δῆθεν ὡς ἔχων, χερί. διπλοῦς δ ὀπαδοῖς ἦν γέλως φόβος θ ὁμοῦ.
καί τις τόδ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών: Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται· ὁ δ εἱρ῀π ἄνω τε καὶ κάτω κατὰ στέγας, μέσον δ ἐς ἀνδρῶν ἐσπεσὼν Νίσου πόλιν ἥκειν ἔφασκε: δωμάτων τ ἔσω βεβώς, κλιθεὶς ἐς οὖδας, ὡς ἔχει, σκευάζεται θοίνην. διελθὼν δ ὡς βραχὺν χρόνον μονῆς Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας. κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων, πρὸς οὐδέν ἡμιλλᾶτο κἀκηρύσσετο αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός, ἀκοὴν ὑπειπών. δεινὰ δ Εὐρυσθεῖ βρέμων ἦν ἐν Μυκήναις τῷ λόγῳ. πατὴρ δέ νιν θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε: Ὦ παῖ, τί πάσχεις· τίς ὁ τρόπος ξενώσεως τῆσδ· οὔ τί που φόνος ς ἐβάκχευσεν νεκρῶν, οὓς ἄρτι καίνεις· ὁ δέ νιν Εὐρυσθέως δοκῶν πατέρα προταρβοῦνθ ἱκέσιον ψαύειν χερός, ὠθεῖ, φαρέτραν δ εὐτρεπῆ σκευάζεται καὶ τόξ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως δοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳ ὤρουον ἄλλος ἄλλος, ἐς πέπλους ὁ μὲν μητρὸς ταλαίνης, ὁ δ ὑπὸ κίονος σκιάν, ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξ ὕπο. βοᾷ δὲ μήτηρ: Ὦ τεκών, τί δρᾷς· τέκνα κτείνεις· βοᾷ δὲ πρέσβυς οἰκετῶν τ ὄχλος. ὁ δ ἐξελίσσων παῖδα κίονος κύκλῳ, τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς βάλλει πρὸς ἧπαρ:
ὕπτιος δὲ λαΐνους ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον. ὁ δ ἠλάλαξε κἀπεκόμπασεν τάδε: Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι. ἄλλῳ δ ἐπεῖχε τόξ, ὃς ἀμφὶ βωμίαν ἔπτηξε κρηπῖδ ὡς λεληθέναι δοκῶν. φθάνει δ ὁ τλήμων γόνασι προσπεσὼν πατρός, καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών, Ὦ φίλτατ, αὐδᾷ, μή μ ἀποκτείνῃς, πάτερ: σός εἰμι, σὸς παῖς: οὐ τὸν Εὐρυσθέως ὀλεῖς. ὁ δ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων, ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος, μυδροκτύπον μίμημ, ὑπὲρ κάρα βαλὼν ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα, ἔρρηξε δ ὀστᾶ. δεύτερον δὲ παῖδ ἑλών, χωρεῖ τρίτον θῦμ ὡς ἐπισφάξων δυοῖν. ἀλλὰ φθάνει νιν ἡ τάλαιν ἔσω δόμων μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας. ὁ δ ὡς ἐπ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰ δάμαρτα καὶ παῖδ ἑνὶ κατέστρωσεν βέλει. κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον: ἀλλ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο, Παλλὰς κραδαίνους ἔγχος ἐπὶ λόφῳ κέαρ , κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους, ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνον καθῆκε: πίτνει δ ἐς πέδον, πρὸς κίονα νῶτον πατάξας, ὃς πεσήμασι στέγης διχορραγὴς ἔκειτο κρηπίδων ἔπι. ἡμεῖς δ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα σὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχων ἀνήπτομεν πρὸς κίον, ὡς λήξας ὕπνου μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις. εὕδει δ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα, παῖδας φονεύσας καὶ δάμαρτ. ἐγὼ μὲν οὖν οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기