호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἥλιον μαρτυρόμεσθα δρῶς ἃ δρᾶν οὐ βούλομαι.? εἰ δὲ δή μ Ἥρᾳ θ ὑπουργεῖν σοί τ ἀναγκαίως ἔχει τάχος ἐπιρροίβδην θ ὁμαρτεῖν ὡς κυνηγέτῃ κύνας, εἶμί γ: οὔτε πόντος οὕτως κύμασιν στένων λάβρως οὔτε γῆς σεισμὸς κεραυνοῦ τ οἶστρος ὠδῖνας πνέων, οἷ ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους: καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ, τέκν ἀποκτείνασα πρῶτον: ὁ δὲ κανὼν οὐκ εἴσεται παῖδας οὓς ἔτικτ ἐναίρων, πρὶν ἂν ἐμὰς λύσσας ἀφῇ. ἢν ἰδού: καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας. ἀμπνοὰς δ οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολὴν δεινός: μυκᾶται δὲ Κῆρας ἀνακαλῶν τὰς Ταρτάρου. τάχα ς ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβῳ. στεῖχ ἐς Οὔλυμπον πεδαίρους, Ἶρι, γενναῖον πόδα: ἐς δόμους δ ἡμεῖς ἄφαντοι δυσόμεσθ Ἡρακλέους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기