- 텍스트

Euripides, Heracles, choral, antistrophe 3

(에우리피데스, Heracles, choral, antistrophe 3)

ὦ λέκτρων δύο συγγενεῖς εὐναί, θνατογενοῦς τε καὶ Διός, ὃς ἦλθεν ἐς εὐνὰν Νύμφας τᾶς Περσηίδος:? ὡς πιστόν μοι τὸ παλαιὸν ἤ- δη λέχος, ὦ Ζεῦ, σὸν ἐπ οὐκ ἐλπίδι φάνθη, λαμπρὰν δ ἔδειξ ὁ χρόνος τὰν Ἡρακλέος ἀλκάν: γᾶς ὃς ἐξέβα θαλάμων Πλούτωνος δῶμα λιπὼν νέρτερον. κρείσσων μοι τύραννος ἔφυς ἢ δυσγένει ἀνάκτων, ἃ νῦν ἐσορᾶν ἔφανε ξιφηφόρων ἐς ἀγώνων ἅμιλλαν, εἰ τὸ δίκαιον θεοῖς ἔτ ἀρέσκει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION