호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μεταβολὰ κακῶν:? μέγας ὁ πρόσθ ἄναξ πάλιν ὑποστρέφει βίοτον ἐξ Αἵδα. ἰώ: δίκα καὶ θεῶν παλίρρους πότμος. ἦλθες χρόνῳ μὲν οὗ δίκην δώσεις θανών, ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν. χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς: πάλιν ἔμολεν - ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπις ἂν παθεῖν - γᾶς ἄναξ. ἀλλ, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω. ἰώ μοί μοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기