- 텍스트

Euripides, Heracles, choral, strophe 1

(에우리피데스, Heracles, choral, strophe 1)

νεότας μοι φίλον αἰ- εί:? τὸ δὲ γῆρας ἄχθος βαρύτερον Αἴτνας σκοπέλων ἐπὶ κρατὶ κεῖται, βλεφάρων σκοτεινὸν φάος ἐπικαλύψαν. μή μοι μήτ Ἀσιήτιδος τυραννίδος ὄλβος εἰή, μὴ χρυσοῦ δώματα πλήρη τᾶς ἥβας ἀντιλαβεῖν, ἃ καλλίστα μὲν ἐν ὄλβῳ, καλλίστα δ ἐν πενίᾳ. τὸ δὲ λυγρὸν φόνιόν τε γῆ- ρας μισῶ: κατὰ κυμάτων δ ἔρροι, μηδέ ποτ ὤφελεν θνατῶν δώματα καὶ πόλεις ἐλθεῖν, ἀλλὰ κατ αἰθέρ αἰ- εὶ πτεροῖσι φορείσθω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION