호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ἐσορῶ γὰρ τούσδε φθιμένων ἔνδυτ ἔχοντας, τοὺς τοῦ μεγάλου δή ποτε παῖδας τὸ πρὶν Ἡρακλέους, ἄλοχόν τε φίλην ὑπὸ σειραίοις ποσὶν ἕλκουσαν τέκνα, καὶ γεραιὸν πατέρ Ἡρακλέους.? δύστηνος ἐγώ, δακρύων ὡς οὐ δύναμαι κατέχειν γραίας ὄσσων ἔτι πηγάς. εἰε῟ν: τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς· ἕτοιμ ἄγειν τὰ θύματ εἰς Αἵδου τάδε. ὦ τέκν, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν, ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες. ὦ μοῖρα δυστάλαιν ἐμή τε καὶ τέκνων τῶνδ, οὓς πανύστατ ὄμμασιν προσδέρκομαι. . . . ἔτεκον μὲν ὑμᾶς, πολεμίοις δ ἐθρεψάμην ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν. φεῦ: ἦ πολύ με δόξης ἐξέπαισαν ἐλπίδες, ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτ ἤλπισα. σοὶ μὲν γὰρ Ἄργος ἔνεμ ὁ κατθανὼν πατήρ, Εὐρυσθέως δ ἔμελλες οἰκήσειν δόμους τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας, στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳ λέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο: σὺ δ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ, ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος, ὡς ἐξέπειθες τὸν κατασπείραντά σε: ἐς δεξιάν τε σὴν ἀλεξητήριον ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν. σοὶ δ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο. τρεῖς δ ὄντας <ὑμᾶς> τριπτύχοις τυραννίσι πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ: ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην, κήδη συνάψους, ἔκ τ Ἀθηναίων χθονὸς Σπάρτης τε Θηβῶν θ, ὡς ἀνημμένοι κάλῳς πρυμνησίοισι βίον ἔχοιτ εὐδαίμονα. καὶ ταῦτα φροῦδα: μεταβαλοῦσα δ ἡ τύχη νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκ ἔχειν, ἐμοὶ δὲ δάκρυα λουτρά - δύστηνος φρενῶν. πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε, Αἵδην νομίζων πενθερόν, κῆδος πατρός. ὤμοι, τίν ὑμῶν πρῶτον ἢ τίν ὕστατον πρὸς στέρνα θῶμαι· τῷ προσαρμόσω στόμα· τίνος λάβωμαι· πῶς ἂν ὡς ξουθόπτερος μέλισσα συνενέγκαιμ ἂν ἐκ πάντων γόους, ἐς ἓν δ ἐνεγκοῦς ἀθρόον ἀποδοίην δάκρυ· ὦ φίλτατ, εἴ τις φθόγγος εἰσακούεται θνητῶν παρ Αἵδῃ, σοὶ τάδ, Ἡράκλεις, λέγω: θνῄσκει πατὴρ σὸς καὶ τέκν, ὄλλυμαι δ ἐγώ, ἣ πρὶν μακαρία διὰ ς ἐκλῃζόμην βροτοῖς. ἄρηξον, ἐλθέ: καὶ σκιὰ φάνηθί μοι: ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ: κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά. σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι:
ἐγὼ δὲ σέ, ὦ Ζεῦ, χεῖρ ἐς οὐρανὸν δικὼν αὐδῶ, τέκνοισιν εἴ τι τοισίδ ὠφελεῖν μέλλεις, ἀμύνειν, ὡς τάχ οὐδὲν ἀρκέσεις. καίτοι κέκλησαι πολλάκις: μάτην πονῶ: θανεῖν γάρ, ὡς ἐοίκ, ἀναγκαίως ἔχει. ἀλλ, ὦ γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου, τοῦτον δ ὅπως ἥδιστα διαπεράσετε, ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι. ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται σῴζειν, τὸ δ αὑτοῦ σπουδάσας διέπτατο. ὁρᾶτ ἔμ ὅσπερ ἦ περίβλεπτος βροτοῖς ὀνομαστὰ πράσσων, καί μ ἀφείλεθ ἡ τύχη ὥσπερ πτερὸν πρὸς αἰθέρ ἡμέρᾳ μιᾷ. ὁ δ ὄλβος ὁ μέγας ἥ τε δόξ οὐκ οἶδ ὅτῳ βέβαιός ἐστι. χαίρετ: ἄνδρα γὰρ φίλον πανύστατον νῦν, ἥλικες, δεδόρκατε. ἐά: ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατ: ἢ τί φῶ· οὐκ οἶδα, θύγατερ: ἀφασία δὲ κἄμ ἔχει. ὅδ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν, εἰ μή γ ὄνειρον ἐν φάει τι λεύσσομεν. τί φημί· ποῖ ὄνειρα κηραίνους ὁρῶ· οὐκ ἔσθ ὅδ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον. δεῦρ, ὦ τέκν, ἐκκρίμνασθε πατρῴων πέπλων, ἴτ ἐγκονεῖτε, μὴ μεθῆτ, ἐπεὶ Διὸς σωτῆρος ὑμῖν οὐδέν ἐσθ ὅδ ὕστερος. ὦ χαῖρε, μέλαθρον πρόπυλά θ ἑστίας ἐμῆς, ὡς ἄσμενός ς ἐσεῖδον ἐς φάος μολών. ἐά: τί χρῆμα· τέκν ὁρῶ πρὸ δωμάτων στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα, ὄχλῳ τ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον, πατέρα τε δακρύοντα - συμφορὰς τίνας· φέρ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς: γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος· ὦ φίλτατ ἀνδρῶν . . . ὦ φάος μολὼν πατρί . . . ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις· τί φῄς· τίν ἐς ταραγμὸν ἥκομεν, πάτερ· διολλύμεσθα:
σὺ δέ, γέρον, σύγγνωθί μοι, εἰ πρόσθεν ἡρ´πας ἃ σὲ λέγειν πρὸς τόνδ ἐχρῆν: τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων, καὶ τἄμ ἔθνῃσκε τέκν, ἀπωλλύμην δ ἐγώ. Ἄπολλον, οἱοίς φροιμίοις ἄρχῃ λόγου. τεθνᾶς ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων. πῶς φῄς· τί δράσας ἢ δορὸς ποίου τυχών· Λύκος σφ ὁ καινὸς γῆς ἄναξ διώλεσεν. ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός· στάσει: τὸ Κάδμου δ ἑπτάπυλον ἔχει κράτος. τί δῆτα πρὸς σὲ καὶ γέροντ ἦλθεν φόβος· κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα. τί φῄς· τί ταρβῶν ὀρφάνευμ ἐμῶν τέκνων· μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο. κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων· θανάτου τάδ ἤδη περιβόλαι ἀνήμμεθα. καὶ πρὸς βίαν ἐθνῄσκετ· ὦ τλήμων ἐγώ. φίλων <γ> ἔρημοι: σὲ δὲ θανόντ ἠκούομεν. πόθεν δ ἐς ὑμᾶς ἥδ ἐσῆλθ ἀθυμία· Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε. τί δ ἐξελείπετ οἶκον ἑστίαν τ ἐμήν· βίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους . . . κοὐκ ἔσχεν αἰδῶ τὸν γέροντ ἀτιμάσαι· αἰδώς γ ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω. οὕτω δ ἀπόντες ἐσπανίζομεν φίλων· φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες· μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν· ἄφιλον, ἵν αὖθίς σοι λέγω, τὸ δυστυχές. οὐ ῥίψεθ Αἵδου τάσδε περιβολὰς κόμης καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες·
ἐγὼ δέ - νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός - πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους καινῶν τυράννων, κρᾶτα δ ἀνόσιον τεμὼν ῥίψω κυνῶν ἕλκημα: Καδμείων δ ὅσους κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ, τῷ καλλινίκῳ τῷδ ὅπλῳ χειρώσομαι: τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασι νεκρῶν ἅπαντ Ἰσμηνὸν ἐμπλήσω φόνου, Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται. τῷ γάρ μ ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ καὶ παισὶ καὶ . . . γέροντι· χαιρόντων πόνοι: μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα. καὶ δεῖ μ ὑπὲρ τῶνδ, εἴπερ οἵδ ὑπὲρ πατρός, θνῄσκειν ἀμύνοντ: ἢ τί φήσομεν καλὸν ὕδρᾳ μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε Εὐρυσθέως πομπαῖσι, τῶν δ ἐμῶν τέκνων οὐκ ἐκπονήσω θάνατον· οὐκ ἄρ Ἡρακλῆς ὁ καλλίνικος ὡς πάροιθε λέξομαι. δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα, πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων. πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις <τ> εἶναι φίλον τά τ ἐχθρὰ μισεῖν: ἀλλὰ μὴ πείγου λίαν. τί δ ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ· πολλοὺς πένητας, ὀλβίους δὲ τῷ λόγῳ δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει, οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν ἐφ ἁρπαγαῖσι τῶν πέλας, τὰ δ ἐν δόμοις δαπάναισι φροῦδα διαφυγόνθ ὑπ ἀργίας. ὤφθης ἐσελθὼν πόλιν: ἐπεὶ δ ὤφθης, ὁρ´α ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς. μέλει μὲν οὐδὲν εἴ με πᾶς εἶδεν πόλις: ὄρνιν δ ἰδών τιν οὐκ ἐν αἰσίοις ἕδραις, ἔγνων πόνον τιν ἐς δόμους πεπτωκότα: ὥστ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα. καλῶς:
παρελθὼν νῦν πρόσειπέ θ ἑστίαν καὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμ ἰδεῖν. ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα ἕλξων φονεύσων κἄμ ἐπισφάξων ἄναξ: μένοντι δ αὐτοῦ πάντα σοι γενήσεται τῇ τ ἀσφαλείᾳ κερδανεῖς: πόλιν δὲ σὴν μὴ πρὶν ταράξῃς πρὶν τόδ εὖ θέσθαι, τέκνον. δράσω τάδ: εὖ γὰρ εἶπας: εἶμ ἔσω δόμων. χρόνῳ δ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν Αἵδου Κόρης <τ> ἔνερθεν, οὐκ ἀτιμάσω θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας. ἦλθες γὰρ ὄντως δώματ εἰς Αἵδου, τέκνον· καὶ θῆρά γ ἐς φῶς τὸν τρίκρανον ἤγαγον. μάχῃ κρατήσας ἢ θεᾶς δωρήμασιν· μάχῃ: τὰ μυστῶν δ ὄργι εὐτύχης ἰδών. ἦ καὶ κατ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ· Χθονίας νιν ἄλσος Ἑρμιών τ ἔχει πόλις. οὐδ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντ ἄνω· οὐκ οἶδ: ἵν ἐλθὼν τἀνθάδ εἰδείην πάρος. χρόνον δὲ πῶς τοσοῦτον ἦσθ ὑπὸ χθονί· Θησέα κομίζων ἐχρόνις <ἐξ> Αἵδου, πάτερ. καὶ ποῦ στιν· ἢ γῆς πατρίδος οἴχεται πέδον· βέβηκ Ἀθήνας νέρθεν ἄσμενος φυγών. ἀλλ εἶ, ὁμαρτεῖτ, ὦ τέκν, ἐς δόμους πατρί: καλλίονές τἄρ εἴσοδοι τῶν ἐξόδων πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε καὶ νάματ ὄσσων μηκέτ ἐξανίετε: σύ τ, ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲ τρόμου τε παῦσαι, καὶ μέθεσθ ἐμῶν πέπλων: οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους. ἆ, οἵδ οὐκ ἀφιᾶς, ἀλλ ἀνάπτονται πέπλων τοσῷδε μᾶλλον: ὧδ ἔβητ ἐπὶ ξυροῦ· ἄξω λαβών γε τούσδ ἐφολκίδας χεροῖν, ναῦς δ ὣς ἐφέλξω: καὶ γὰρ οὐκ ἀναίνομαι θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα: φιλοῦσι παῖδας οἵ τ ἀμείνονες βροτῶν οἵ τ οὐδὲν ὄντες: χρήμασιν δὲ διάφοροι: ἔχουσιν, οἳ δ οὔ: πᾶν δὲ φιλότεκνον γένος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기