호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρῃ, Θεοκλύμενε, γαίας τῆσδ ἄναξ:? δισσοὶ δέ σε Διόσκοροι καλοῦμεν, οὓς Λήδα ποτὲ ἔτικτεν Ἑλένην θ, ἣ πέφευγε σοὺς δόμους: οὐ γὰρ πεπρωμένοισιν ὀργίζῃ γάμοις, οὐδ ἡ θεᾶς Νηρῇδος ἔκγονος κόρη ἀδικεῖ ς ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶν τιμῶσα πατρός τ ἐνδίκους ἐπιστολάς. ἐς μὲν γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνον κείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν:
ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα, καὶ τοῖς θεοῖς παρέσχε τοὔνομ, οὐκέτι: ἐν τοῖσι δ αὑτῆς δεῖ νιν ἐζεῦχθαι γάμοις ἐλθεῖν τ ἐς οἴκους καὶ συνοικῆσαι πόσει. ἀλλ ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος, νόμιζε δ αὐτὴν σωφρόνως πράσσειν τάδε. πάλαι δ ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν, ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς: ἀλλ ἥσσον ἦμεν τοῦ πεπρωμένου θ ἅμα καὶ τῶν θεῶν, οἷς ταῦτ ἔδοξεν ὧδ ἔχειν. σοὶ μὲν τάδ αὐδῶ, συγγόνῳ δ ἐμῇ λέγω:
πλεῖ ξὺν πόσει σῷ: πνεῦμα δ ἕξετ οὔριον: σωτῆρε δ ἡμεῖς σὼ κασιγνήτω διπλῶ πόντον παριππεύοντε πέμψομεν πάτραν. ὅταν δὲ κάμψῃς καὶ τελευτήσῃς βίον, θεὸς κεκλήσῃ καὶ Διοσκόρων μέτα σπονδῶν μεθέξεις ξένιά τ ἀνθρώπων πάρα ἕξεις μεθ ἡμῶν: Ζεὺς γὰρ ὧδε βούλεται. οὗ δ ὡρ´ισέν σοι πρῶτα Μαιάδος τόκος, Σπάρτης ἀπάρας, τὸν κατ οὐρανὸν δρόμον, κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε, - φρουρὸν παρ Ἀκτὴν τεταμένην νῆσον λέγω - Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται, ἐπεὶ κλοπαίαν ς ἐκ δόμων ἐδέξατο. καὶ τῷ πλανήτῃ Μενέλεῳ θεῶν πάρα μακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον: τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες, τῶν δ ἀναριθμήτων μᾶλλόν εἰσιν οἱ πόνοι. ὦ παῖδε Λήδας καὶ Διός, τὰ μὲν πάρος νείκη μεθήσω σφῶν κασιγνήτης πέρι: ἐγὼ δ ἀδελφὴν οὐκέτ ἂν κτάνοιμ ἐμήν. κείνη δ ἴτω πρὸς οἶκον, εἰ θεοῖς δοκεῖ. ἴστον δ ἀρίστης σωφρονεστάτης θ ἅμα γεγῶτ ἀδελφῆς ὁμογενοῦς ἀφ αἵματος. καὶ χαίρεθ Ἑλένης οὕνεκ εὐγενεστάτης γνώμης, ὃ πολλαῖς ἐν γυναιξὶν οὐκ ἔνι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기