- 텍스트

Euripides, Helen, episode, trochees

(에우리피데스, Helen, episode, trochees)

ὦ γυναικείαις τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας:? ἐκπεφεύγασιν γάμοι με. κεἰ μὲν ἦν ἁλώσιμος ναῦς διώγμασιν, πονήσας εἷλον ἂν τάχα ξένους: νῦν δὲ τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον, ἥτις ἐν δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι. τοιγὰρ οὔποτ ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν. οὗτος ὤ, ποῖ σὸν πόδ αἴρεις, δέσποτ, ἐς ποῖον φόνον· οἷπερ ἡ δίκη κελεύει με: ἀλλ ἀφίστας ἐκποδών. οὐκ ἀφήσομαι πέπλων σῶν: μεγάλα <γὰρ> σπεύδεις κακά. ἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν· φρονῶ γὰρ εὖ. οὐκ ἔμοιγ, εἰ μή μ ἐάσεις - οὐ μὲν οὖν ς ἐάσομεν. σύγγονον κτανεῖν κακίστην - εὐσεβεστάτην μὲν οὖν. ἥ με προύδωκεν - καλήν γε προδοσίαν, δίκαια δρᾶν. τἀμὰ λέκτρ ἄλλῳ διδοῦσα. τοῖς γε κυριωτέροις. κύριος δὲ τῶν ἐμῶν τίς· ὃς ἔλαβεν πατρὸς πάρα. ἀλλ ἔδωκεν ἡ τύχη μοι. τὸ δὲ χρεὼν ἀφείλετο. οὐ σὲ τἀμὰ χρὴ δικάζειν. ἤν γε βελτίω λέγω. ἀρχόμεσθ ἄρ, οὐ κρατοῦμεν. ὅσια δρᾶν, τὰ δ ἔκδικ οὔ. κατθανεῖν ἐρᾶν ἐοίκας. κτεῖνε: σύγγονον δὲ σὴν οὐ κτενεῖς ἡμῶν ἑκόντων, ἀλλ ἔμε: <ὡς> πρὸ δεσποτῶν τοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν.?

상위

Helen

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION