- 텍스트

Euripides, Helen, episode 5:

(에우리피데스, Helen, episode 5:)

ἐπεὶ δὲ γαίας ἦμεν οὔτ ἄγαν πρόσω οὔτ ἐγγύς, οὕτως ἤρετ οἰάκων φύλαξ:? Ἔτ, ὦ ξέν, ἐς τὸ πρόσθεν - ἢ καλῶς ἔχει - πλεύσωμεν· ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί. ὃ δ εἶφ: Ἅλις μοι. δεξιᾷ δ ἑλὼν ξίφος ἐς πρῷραν εἱρ῀πε κἀπὶ ταυρείῳ σφαγῇ σταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων, τέμνων δὲ λαιμὸν ηὔχετ: Ὦ ναίων ἅλα πόντιε Πόσειδον Νηρέως θ ἁγναὶ κόραι, σώσατέ μ ἐπ ἀκτὰς Ναυπλίας δάμαρτά τε ἄσυλον ἐκ γῆς. αἵματος δ ἀπορροαὶ ἐς οἶδμ ἐσηκόντιζον οὔριοι ξένῳ. καί τις τόδ εἶπε: Δόλιος ἡ ναυκληρία. πάλιν πλέωμεν: δεξιὰν κέλευε σύ, σὺ δὲ στρέφ οἰάκ. ἐκ δὲ ταυρείου φόνου Ἀτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους: Τί μέλλετ, ὦ γῆς Ἑλλάδος λωτίσματα, σφάζειν φονεύειν βαρβάρους νεώς τ ἄπο ῥίπτειν ἐς οἶδμα· ναυβάταις δὲ τοῖσι σοῖς βοᾷ κελευστὴς τὴν ἐναντίαν ὄπα: Οὐκ εἶ ὃ μέν τις λοῖσθον ἀρεῖται δόρυ, ὃ δὲ ζύγ ἄξας, ὃ δ ἀφελὼν σκαλμοῦ πλάτην καθαιματώσει κρᾶτα πολεμίων ξένων·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION