- 텍스트

Euripides, Helen, episode 2:

(에우리피데스, Helen, episode 2:)

καὶ τἄλλα μὲν δὴ ῥᾳδίως ἔσω νεὼς ἐθέμεθα κουφίζοντα:? ταύρειος δὲ ποὺς οὐκ ἤθελ ὀρθὸς σανίδα προσβῆναι κάτα, ἀλλ ἐξεβρυχᾶτ ὄμμ ἀναστρέφων κύκλῳ κυρτῶν τε νῶτα κἀς κέρας παρεμβλέπων μὴ θιγγάνειν ἀπεῖργεν. ὁ δ Ἑλένης πόσις ἐκάλεσεν: Ὦ πέρσαντες Ἰλίου πόλιν, οὐκ εἶ ἀναρπάσαντες Ἑλλήνων νόμῳ νεανίαις ὤμοισι ταύρειον δέμας ἐς πρῷραν ἐμβαλεῖτε, φάσγανόν θ ἅμα πρόχειρον ὤσει σφάγια τῷ τεθνηκότι· οἳ δ ἐς κέλευσμ ἐλθόντες ἐξανήρπασαν ταῦρον φέροντές τ εἰσέθεντο σέλματα. μονάμπυκον δὲ Μενέλεως ψήχων δέρην μέτωπά τ ἐξέπεισεν ἐσβῆναι δόρυ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION