호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄναξ, τὰ κάκιστ ἐν δόμοις εὑρήκαμεν:? ὡς καίν ἀκούσῃ πήματ ἐξ ἐμοῦ τάχα. τί δ ἔστιν· ἄλλης ἐκπόνει μνηστεύματα γυναικός: Ἑλένη γὰρ βέβηκ ἔξω χθονός. πτεροῖσιν ἀρθεῖς ἢ πεδοστιβεῖ ποδί· Μενέλαος αὐτὴν ἐκπεπόρθμευται χθονός, ὃς αὐτὸς αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν. ὦ δεινὰ λέξας: τίς δέ νιν ναυκληρία ἐκ τῆσδ ἀπῆρε χθονός· ἄπιστα γὰρ λέγεις. ἥν γε ξένῳ δίδως σύ: τούς τε σοὺς ἔχων ναύτας βέβηκεν, ὡς ἂν ἐν βραχεῖ μάθῃς. πῶς· εἰδέναι πρόθυμος: οὐ γὰρ ἐλπίδων ἔσω βέβηκα μίαν ὑπερδραμεῖν χέρα τοσούσδε ναύτας, ὧν ἀπεστάλης μέτα. ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμους ἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλη σοφώταθ ἁβρὸν πόδα τιθεῖς ἀνέστενε πόσιν πέλας παρόντα κοὐ τεθνηκότα. ὡς δ ἤλθομεν σῶν περίβολον νεωρίων, Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομεν ζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτρα ἔχουσαν. ἔργου δ ἔργον ἐξημείβετο: ὃ μὲν γὰρ ἱστόν, ὃ δὲ πλάτην καθίσατο ταρσόν τε χειρί, λευκά θ ἱστί εἰς ἓν ἦν πηδάλιά τε ζεύγλαισι παρακαθίετο. κἀν τῷδε μόχθῳ, τοῦτ ἄρα σκοπούμενοι, Ἕλληνες ἄνδρες Μενέλεῳ ξυνέμποροι προσῆλθον ἀκταῖς ναυφθόροις ἠσθημένοι πέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δ ὁρᾶν. ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνος προσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων: Ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτε Ἀχαιίδος θραύσαντες ἥκετε σκάφος· ἆρ Ἀτρέως παῖδ ὀλόμενον συνθάπτετε, ὃν Τυνδαρὶς παῖς ἥδ ἀπόντα κενοταφεῖ· οἳ δ ἐκβαλόντες δάκρυα ποιητῷ τρόπῳ, ἐς ναῦν ἐχώρουν Μενέλεῳ ποντίσματα φέροντες. ἡμῖν δ ἦν μὲν ἥδ ὑποψία λόγος τ ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶν ὡς πλῆθος εἰή: διεσιωπῶμεν δ ὅμως τοὺς σοὺς λόγους σῴζοντες: ἄρχειν γὰρ νεὼς ξένον κελεύσας πάντα συνέχεας τάδε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기