- 텍스트

Euripides, Helen, choral, antistrophe 2

(에우리피데스, Helen, choral, antistrophe 2)

μόλοιτέ ποθ ἵππιον οἶμον δι αἰθέρος ἱέμενοι παῖδες Τυνδαρίδαι, λαμπρῶν ἄστρων ὑπ ἀέλλαισιν:? οἳ ναίετ οὐράνιοι, σωτῆρες τᾶς Ἑλένας, γλαυκὸν ἔπιτ οἶδμα κυανόχροά τε κυμάτων ῥόθια πολιὰ θαλάσσας, ναύταις εὐαεῖς ἀνέμων πέμποντες Διόθεν πνοάς: δύσκλειαν δ ἀπὸ συγγόνου βάλετε βαρβάρων λεχέων, ἃν Ἰδαίων ἐρίδων ποιναθεῖς ἐκτήσατο, γᾶν οὐκ ἐλθοῦσά <ποτ> Ἰλίου Φοιβείους ἐπὶ πύργους.?

상위

Helen

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION