호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δι ἀέρος εἴθε ποτανοὶ γενοίμεσθ ᾇ Λιβύας οἰωνοὶ στοχάδες ὄμβρον λιποῦσαι χειμέριον νίσονται πρεσβυτάτᾳ σύριγγι πειθόμεναι ποιμένος, ὃς ἄβροχα πεδία καρποφόρα τε γᾶς ἐπιπετόμενος ἰαχεῖ.? Ὦ πταναὶ δολιχαύχενες, σύννομοι νεφέων δρόμου, βᾶτε Πλειάδας ὑπὸ μέσας Ὠρίωνά τ ἐννύχιον: καρύξατ ἀγγελίαν, Εὐρώταν ἐφεζόμεναι, Μενέλεως ὅτι Δαρδάνου πόλιν ἑλὼν δόμον ἥξει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기