- 텍스트

Euripides, Helen, choral, antistrophe 2

(에우리피데스, Helen, choral, antistrophe 2)

ὧν οὐ θέμις <ς> οὔθ ὁσία πύρωσας ἐν <θεῶν> θαλάμοις, μῆνιν δ ἔσχες μεγάλας ματρός, ὦ παῖ, θυσίας οὐ σεβίζουσα θεᾶς.? μέγα τοι δύναται νεβρῶν παμποίκιλοι στολίδες κισσοῦ τε στεφθεῖσα χλόα νάρθηκας εἰς ἱερούς, ῥόμβου θ εἱλισσομένα κύκλιος ἔνοσις αἰθερία, βακχεύουσά τ ἔθειρα Βρομί ῳ καὶ παννυχίδες θεᾶς. εὖ δέ νιν ἄμασιν ὑπέρβαλε σελάνα μορφᾷ μόνον ηὔχεις.?

상위

Helen

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION