- 텍스트

Euripides, Helen, choral, strophe 2

(에우리피데스, Helen, choral, strophe 2)

ὅ τι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον, τίς φης ἐρευνήσας βροτῶν μακρότατον πέρας εὑρεῖν ὃς τὰ θεῶν ἐσορᾷ δεῦρο καὶ αὖθις ἐκεῖσε καὶ πάλιν ἀντιλόγοις πηδῶντ ἀνελπίστοις τύχαις·? σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ: πτανὸς γὰρ ἐν κόλποις σε Λή- δας ἐτέκνωσε πατήρ. κᾆτ ἰαχήθης καθ Ἑλλανίαν προδότις ἄπιστος ἄδικος ἄθεος: οὐδ ἔχω τί τὸ σαφὲς ἔτι ποτ ἐν βροτοῖς: τὸ τῶν θεῶν <δ> ἔπος ἀλαθὲς ηὑρ῀ον.?

상위

Helen

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION