호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλοὶ δ Ἀχαιῶν δορὶ καὶ πετρίναις ῥιπαῖσιν ἐκπνεύσαντες Αἵ- δαν μέλεον ἔχουσιν, ταλαινᾶν ἀλόχων κείραντες ἔθειραν:? ἄνυμφα δὲ μέλαθρα κεῖται: πολλοὺς δὲ πυρσεύσας φλογερὸν σέλας ἀμφιρύταν Εὔβοιαν εἷλ Ἀχαιῶν μονόκωπος ἀνήρ, πέτραις Καφηρίσιν ἐμβαλὼν Αἰγαίαις τ ἐνάλοις δόλιον ἀκταῖς ἀστέρα λάμψας. ἀλίμενα δ ὄρεα Μάλεα χειμάτων πνοᾷ, ὅτ ἔσυτο πατρίδος ἀποπρό, βαρβάρου στολᾶς γέρας, οὐ γέρας ἀλλ ἔριν, Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων, εἴδωλον ἱερὸν Ἥρας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기