- 텍스트

Euripides, Helen, choral, strophe 1

(에우리피데스, Helen, choral, strophe 1)

σὲ τὰν ἐναύλοις ὑπὸ δενδροκόμοις μουσεῖα καὶ θάκους ἐνί- ζουσαν ἀναβοάσω, σὲ τὰν ἀοιδοτάταν ὄρνιθα μελῳδὸν ἀηδόνα δακρυόεσσαν, ἔλθ ὦ διὰ ξουθᾶν γενύων ἐλελιζομένα θρήνων ἐμοὶ ξυνεργός, Ἑλένας μελέας πόνους τὸν Ἰλιάδων τ ἀει δούσᾳ δακρυόεντα πότμον Ἀχαιῶν ὑπὸ λόγχαις:? ὅτ ἔδραμε ῥόθια πεδία βαρβάρῳ πλάτᾳ ὅτ ἔμολεν ἔμολε, μέλεα Πριαμίδαις ἄγων Λακεδαίμονος ἄπο λέχεα σέθεν, ὦ Ἑλένα, Πάρις αἰνόγαμος πομπαῖσιν Ἀφροδίτας.?

상위

Helen

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION