호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν.? Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς, ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δ ἔχω. ἀλλ, ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων. οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίῳ βραβεύς· οὐχ ἥδε, πρὸς θεῶν δ ἦμεν ἠπατημένοι, νεφέλης ἄγαλμ ἔχοντες ἐν χεροῖν λυγρόν. τί φῄς· νεφέλης ἄρ ἄλλως εἴχομεν πόνους πέρι· Ἥρας τάδ ἔργα καὶ θεῶν τρισσῶν ἔρις. ἡ δ οὖς ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ· αὕτη: λόγοις δ ἐμοῖσι πίστευσον τάδε. ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον καὶ δυστέκμαρτον. εὖ δέ πως πάντα στρέφει ἐκεῖσε κἀκεῖς ἀναφέρων: ὃ μὲν πονεῖ, ὃ δ οὐ πονήσας αὖθις ὄλλυται κακῶς, βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων. σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε, σὺ μὲν λόγοισιν, ὃ δὲ δορὸς προθυμίᾳ. σπεύδων δ ὅτ ἔσπευδ οὐδὲν εἶχε: νῦν δ ἔχει αὐτόματα πράξας τἀγάθ εὐτυχέστατα. οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω ᾔσχυνας, οὐδ ἔδρασας οἱᾶ κλῄζεται. νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν καὶ λαμπάδων μεμνήμεθ ἃς τετραόροις ἵπποις τροχάζων παρέφερον: σὺ δ ἐν δίφροις ξὺν τῷδε νύμφη δῶμ ἔλειπες ὄλβιον. κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς. ἐγὼ μὲν εἰήν, κεἰ πέφυχ ὅμως λάτρις, ἐν τοῖσι γενναίοισιν ἠριθμημένος δούλοισι, τοὔνομ οὐκ ἔχων ἐλεύθερον, τὸν νοῦν δέ: κρεῖσσον γὰρ τόδ ἢ δυοῖν κακοῖν ἕν ὄντα χρῆσθαι, τὰς φρένας τ ἔχειν κακὰς ἄλλων τ ἀκούειν δοῦλον ὄντα τῶν πέλας. ἄγ, ὦ γεραιέ, πολλὰ μὲν παρ ἀσπίδα μοχθήματ ἐξέπλησας ἐκπονῶν ἐμοί, καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις τάδ ὡς ἔχονθ ηὑρ´ηκας οἷ τ ἐσμὲν τύχης, μένειν τ ἐπ ἀκταῖς τούς τ ἐμοὺς καραδοκεῖν ἀγῶνας οἳ μένουσί μ, ὡς ἐλπίζομεν, κεἰ τήνδε πως δυναίμεθ ἐκκλέψαι χθονός, φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.
ἔσται τάδ, ὦναξ. ἀλλά τοι τὰ μάντεων ἐσεῖδον ὡς φαῦλ ἐστὶ καὶ ψευδῶν πλέα. οὐδ ἦν ἄρ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς οὐδὲ πτερωτῶν φθέγματ: εὐήθες δέ τοι τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς. Κάλχας γὰρ οὐκ εἶπ οὐδ ἐσήμηνε στρατῷ νεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλους οὐδ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην. εἴποις ἄν: Οὕνεχ ὁ θεὸς οὐκ ἠβούλετο· τί δῆτα μαντευόμεθα· τοῖς θεοῖσι χρὴ θύοντας αἰτεῖν ἀγαθά, μαντείας δ ἐᾶν: βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε, κοὐδεὶς ἐπλούτης ἐμπύροισιν ἀργὸς ὤν: γνώμη δ ἀρίστη μάντις ἥ τ εὐβουλία. ἐς ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέρι χωρεῖ γέροντι:
τοὺς θεοὺς ἔχων τις ἂν φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις. εἰε῟ν: τὰ μὲν δὴ δεῦρ ἀεὶ καλῶς ἔχει. ὅπως δ ἐσώθης, ὦ τάλας, Τροίας ἄπο, κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά. ἦ πόλλ ἀνήρου μ ἑνὶ λόγῳ μιᾷ θ ὁδῷ. τί σοι λέγοιμ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς τὰ Ναυπλίου τ Εὐβοικὰ πυρπολήματα Κρήτην τε Λιβύης θ ἃς ἐπεστράφην πόλεις, σκοπιάς τε Περσέως· οὐ γὰρ ἐμπλήσαιμί ς <ἂν> μύθων, λέγων τ ἄν σοι κάκ ἀλγοίην ἔτι, πάσχων τ ἔκαμνον: δὶς δὲ λυπηθεῖμεν ἄν. κάλλιον εἶπας ἤ ς ἀνηρόμην ἐγώ. ἓν δ εἰπὲ πάντα παραλιπών, πόσον χρόνον πόντου πὶ νώτοις ἅλιον ἐφθείρου πλάνον· ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν. φεῦ φεῦ: μακρόν γ ἔλεξας, ὦ τάλας, χρόνον σωθεὶς δ ἐκεῖθεν ἐνθάδ ἦλθες ἐς σφαγάς. πῶς φῄς· τί λέξεις· ὥς μ ἀπώλεσας, γύναι. φεῦγ ὡς τάχιστα τῆσδ ἀπαλλαχθεὶς χθονός. θανῇ πρὸς ἀνδρὸς οὗ τάδ ἐστὶ δώματα. τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς· ἥκεις ἀέλπτος ἐμποδὼν ἐμοῖς γάμοις. ἦ γὰρ γαμεῖν τις τἄμ ἐβουλήθη λέχη· ὕβριν θ ὑβρίζειν εἰς ἔμ, ἣν ἔτλην ἐγώ. ἰδίᾳ σθένων τις ἢ τυραννεύων χθονός· ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος. τόδ ἔστ ἐκεῖν αἴνιγμ ὃ προσπόλου κλύω. ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν· τοῖσδ, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην. οὔ που προσῄτεις βίοτον· ὦ τάλαιν ἐγώ. τοὔργον μὲν ἦν τοῦτ, ὄνομα δ οὐκ εἶχεν τόδε. πάντ οἶσθ ἄρ, ὡς ἐοίκας, ἀμφ ἐμῶν γάμων.
οἶδ: εἰ δὲ λέκτρα διέφυγες τάδ οὐκ ἔχω. ἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην. τίς τοῦδε πειθώ· φίλα γάρ, εἰ σαφῆ λέγεις. ὁρᾷς τάφου τοῦδ ἀθλίους ἕδρας ἐμάς· ὁρῶ ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα· ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς. βωμοῦ σπανίζους ἢ νόμοισι βαρβάροις· ἐρρύεθ ἡμᾶς τοῦτ ἴσον ναοῖς θεῶν. οὐδ ἄρα πρὸς οἴκους ναυστολεῖν <ς> ἔξεστί μοι· ξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος. οὕτως ἂν εἰήν ἀθλιώτατος βροτῶν. μή νυν καταιδοῦ, φεῦγε δ ἐκ τῆσδε χθονός. λιπών σε· Τροίαν ἐξέπερσα σὴν χάριν. κρεῖσσον γὰρ ἤ σε τἄμ ἀποκτεῖναι λέχη. ἄνανδρά γ εἶπας Ἰλίου τ οὐκ ἄξια. οὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως. οὕτω σιδήρῳ τρωτὸν οὐκ ἔχει δέμας· εἴσῃ. τὸ τολμᾶν δ ἀδύνατ ἀνδρὸς οὐ σοφοῦ. σιγῇ παράσχω δῆτ ἐμὰς δῆσαι χέρας· ἐς ἄπορον ἥκεις: δεῖ δὲ μηχανῆς τινος. δρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν. μί ἔστιν ἐλπίς, ᾗ μόνῃ σωθεῖμεν ἄν. ὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο· εἰ μὴ τύραννός <ς> ἐκπύθοιτ ἀφιγμένον. ἐρεῖ δὲ τίς μ· οὐ γνώσεταί γ ὅς εἰμ ἐγώ. ἔστ ἔνδον αὐτῷ ξύμμαχος θεοῖς ἴση. φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη· οὔκ, ἀλλ ἀδελφή: Θεονόην καλοῦσί νιν. χρηστήριον μὲν τοὔνομ: ὅ τι δὲ δρᾷ φράσον. πάντ οἶδ, ἐρεῖ τε συγγόνῳ παρόντα σε. θνῄσκοιμεν ἄν: λαθεῖν γὰρ οὐχ οἱό῀ν τέ μοι. ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν - τί χρῆμα δρᾶσαι· τίν ὑπάγεις μ ἐς ἐλπίδα· παρόντα γαίᾳ μὴ φράσαι σε συγγόνῳ. πείσαντε δ ἐκ γῆς διορίσαιμεν ἂν πόδα· κοινῇ γ ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δ ἂν οὔ. σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή. ὡς οὐκ ἄχρωστα γόνατ ἐμῶν ἕξει χερῶν. φέρ, ἢν δὲ δὴ νῷν μὴ ἀποδέξηται λόγους·
θανῇ: γαμοῦμαι δ ἡ τάλαιν ἐγὼ βίᾳ. προδότις ἂν εἰής: τὴν βίαν σκήψας ἔχεις. ἀλλ ἁγνὸν ὁρ´κον σὸν κάρα κατώμοσα . . . τί φῄς· θανεῖσθαι· κοὔποτ ἀλλάξεις λέχη· ταὐτῷ ξίφει γε: κείσομαι δὲ σοῦ πέλας. ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε. ψαύω, θανόντος σοῦ τόδ ἐκλείψειν φάος. κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον. πῶς οὖν θανούμεθ ὥστε καὶ δόξαν λαβεῖν· τύμβου πὶ νώτῳ σὲ κτανὼν ἐμὲ κτενῶ. πρῶτον δ ἀγῶνα μέγαν ἀγωνιούμεθα λέκτρων ὑπὲρ σῶν. ὁ δὲ θέλων ἴτω πέλας: τὸ Τρωικὸν γὰρ οὐ καταισχυνῶ κλέος οὐδ Ἑλλάδ ἐλθὼν λήψομαι πολὺν ψόγον, ὅστις Θέτιν μὲν ἐστέρης Ἀχιλλέως, Τελαμωνίου δ Αἰάντος εἰσεῖδον σφαγάς, τὸν Νηλέως τ ἄπαιδα: διὰ δὲ τὴν ἐμὴν οὐκ ἀξιώσω κατθανεῖν δάμαρτ ἐγώ· μάλιστά γε: εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί, εὔψυχον ἄνδρα πολεμίων θανόνθ ὕπο κούφῃ καταμπίσχουσιν ἐν τύμβῳ χθονί, κακοὺς δ ἐφ ἑρ´μα στερεὸν ἐκβάλλουσι γῆς. ὦ θεοί, γενέσθω δή ποτ εὐτυχὲς γένος τὸ Ταντάλειον καὶ μεταστήτω κακῶν. οἲ ἐγὼ τάλαινα: τῆς τύχης γὰρ ὧδ ἔχω. Μενέλαε, διαπεπράγμεθ: ἐκβαίνει δόμων ἡ θεσπιῳδὸς Θεονόη: κτυπεῖ δόμος κλῄθρων λυθέντων. φεῦγ: ἀτὰρ τί φευκτέον· ἀποῦσα γάρ σε καὶ παροῦς ἀφιγμένον δεῦρ οἶδεν: ὦ δύστηνος, ὡς ἀπωλόμην. Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸς ἐς βάρβαρ ἐλθὼν φάσγαν αὖθις ἐμπεσῇ. ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλας θείου δε σεμνὸν θεσμὸν αἰθέρος μυχούς, ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα:
σὺ δ αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ στείβων ἀνοσίῳ, δὸς καθαρσίῳ φλογί, κροῦσον δὲ πεύκην, ἵνα διεξέλθω, πυρός. νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάρος ἐφέστιον φλόγ ἐς δόμους κομίζετε. Ἑλένη, τί τἀμὰ - πῶς ἔχει - θεσπίσματα·
. ἥκει πόσις σοι Μενέλεως ὅδ ἐμφανής, νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος. ὦ τλῆμον, οἱούς διαφυγὼν ἦλθες πόνους, οὐδ οἶσθα νόστον οἴκαδ εἴτ αὐτοῦ μενεῖς: ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι ἔσται πάρεδρος Ζηνὶ τῷδ ἐν ἤματι. Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν, νῦν ἐστιν εὔνους κἀς πάτραν σῷσαι θέλει ξὺν τῇδ, ἵν Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους, δώρημα Κύπριδος, ψευδονυμφεύτους μάθῃ: Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει, ὡς μὴ ξελεγχθῇ μηδὲ πριαμένη φανῇ τὸ κάλλος, Ἑλένης οὕνεκ, ἀνονήτοις γάμοις. τέλος δ ἐφ ἡμῖν, εἴθ, ἃ βούλεται Κύπρις, λέξας ἀδελφῷ ς ἐνθάδ ὄντα διολέσω, εἴτ αὖ μεθ Ἥρας στᾶσα σὸν σώσω βίον, κρύψας ὁμαίμον, ὅς με προστάσσει τάδε εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχῃς. . . τίς εἶς ἀδελφῷ τόνδε σημανῶν ἐμῷ παρόνθ, ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχῃ·
ὦ παρθέν, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα ὑπέρ τ ἐμαυτῆς τοῦδέ θ, ὃν μόλις ποτὲ λαβοῦς ἐπ ἀκμῆς εἰμι κατθανόντ ἰδεῖν:
μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιν τόνδ εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας, σῷσον δέ, λίσσομαί σε: συγγόνῳ δὲ σῷ τὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε, χάριτας πονηρὰς κἀδίκους ὠνουμένη. μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς. ἐατέος δ ὁ πλοῦτος ἄδικός τις ὤν. κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς καὶ γαῖ, ἐν ᾗ χρὴ δώματ ἀναπληρουμένους τἀλλότρια μὴ σχεῖν μηδ ἀφαιρεῖσθαι βίᾳ. ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δ ἐμοί, Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσει τῷδ ὃς πάρεστι κἀπολάζυσθαι θέλει. πῶς οὖν θανὼν ἂν ἀπολάβοι· κεῖνος δὲ πῶς τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτ ἄν· ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει: πότερον ὁ δαίμων χὡ θανὼν τὰ τῶν πέλας βούλοιντ ἂν ἢ οὐ βούλοιντ ἂν ἀποδοῦναι πάλιν· δοκῶ μέν. οὔκουν χρή σε συγγόνῳ πλέον νέμειν ματαίῳ μᾶλλον ἢ χρηστῷ πατρί. εἰ δ οὖσα μάντις καὶ τὰ θεῖ ἡγουμένη τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς, τῷ δ οὐ δικαίῳ συγγόνῳ σώσεις χάριν, αἰσχρὸν τὰ μέν σε θεῖα πάντ ἐξειδέναι, τά τ ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή. τήν τ ἀθλίαν ἔμ, οἷσιν ἔγκειμαι κακοῖς, ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς τύχης: Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν: ἣ κλῄζομαι καθ Ἑλλάδ ὡς προδοῦς ἐμὸν πόσιν Φρυγῶν ᾤκησα πολυχρύσους δόμους. ἢν δ Ἑλλάδ ἔλθω κἀπιβῶ Σπάρτης <πάλιν>, κλύοντες εἰσιδόντες ὡς τέχναις θεῶν ὤλοντ, ἐγὼ δὲ προδότις οὐκ ἄρ ἦ φίλων, πάλιν μ ἀνάξους ἐς τὸ σῶφρον αὖθις αὖ, ἑδνώσομαί τε θυγατέρ, ἣν οὐδεὶς γαμεῖ, τὴν δ ἐνθάδ ἐκλιποῦς ἀλητείαν πικρὰν ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι. κεἰ μὲν θανὼν ὅδ ἐν πυρᾷ κατεσφάγη, πρόσω σφ ἀπόντα δακρύοις ἂν ἠγάπων: νῦν δ ὄντα καὶ σωθέντ ἀφαιρεθήσομαι· μὴ δῆτα, παρθέν, ἀλλά ς ἱκετεύω τόδε:
δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους πατρὸς δικαίου: παισὶ γὰρ κλέος τόδε κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους. οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσῳ λόγοι, οἰκτρὰ δὲ καὶ σύ.
τοὺς δὲ Μενέλεω ποθῶ λόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι. ἐγὼ σὸν οὔτ ἂν προσπεσεῖν τλαίην γόνυ οὔτ ἂν δακρῦσαι βλέφαρα: τὴν Τροίαν γὰρ ἂν δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν. καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς ἐν ξυμφοραῖσι δάκρυ ἀπ ὀφθαλμῶν βαλεῖν. ἀλλ οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε, αἱρήσομαι γὼ πρόσθε τῆς εὐψυχίας. ἀλλ, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῷσαι ξένον ζητοῦντά γ ὀρθῶς ἀπολαβεῖν δάμαρτ ἐμήν, ἀπόδος τε καὶ πρὸς σῷσον: εἰ δὲ μὴ δοκεῖ, ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις ἄθλιος ἂν εἰήν, σὺ δὲ γυνὴ κακὴ φανῇ. ἃ δ ἄξι ἡμῶν καὶ δίκαι ἡγούμεθα καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται, λέξω τάδ ἀμφὶ μνῆμα σοῦ πατρὸς πόθῳ: Ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον, ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε, ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σῴζειν ἐμοί.
οἶδ οὕνεκ ἡμῖν οὔποτ ἀποδώσεις θανών: ἀλλ ἥδε πατέρα νέρθεν ἀνακαλούμενον οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον κακῶς ἀκοῦσαι: κυρία γάρ ἐστι νῦν. ὦ νέρτερ Αἵδη, καὶ σὲ σύμμαχον καλῶ, ὃς πόλλ ἐδέξω τῆσδ ἕκατι σώματα πεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δ ἔχεις:
ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν, ἢ τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασον κρείσσω φανεῖσαν τἀμά γ ἀποδοῦναι λέχη. εἰ δ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε, ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω. ὁρ´κοις κεκλῄμεθ, ὡς μάθῃς, ὦ παρθένε, πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳ κἀκεῖνον ἢ μὲ δεῖ θανεῖν: ἁπλοῦς λόγος. ἢν δ ἐς μὲν ἀλκὴν μὴ πόδ ἀντιθῇ ποδί, λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ, κτανεῖν δέδοκται τήνδε μοι κἄπειτ ἐμὸν πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε τύμβου πὶ νώτοις τοῦδ, ἵν αἵματος ῥοαὶ τάφου καταστάζωσι: κεισόμεσθα δὲ νεκρὼ δύ ἑξῆς τῷδ ἐπὶ ξεστῷ τάφῳ, ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί. οὐ γὰρ γαμεῖ τήνδ οὔτε σύγγονος σέθεν οὔτ ἄλλος οὐδείς: ἀλλ ἐγώ σφ ἀπάξομαι, εἰ μὴ πρὸς οἴκους δυνάμεθ, ἀλλὰ πρὸς νεκρούς. τί ταῦτα·
δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος. κτεῖν, εἰ δοκεῖ σοι: δυσκλεᾶς γὰρ οὐ κτενεῖς: μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις, ἵν ᾖς δικαία καὶ δάμαρτ ἐγὼ λάβω. ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους: οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς. ἐγὼ πέφυκά τ εὐσεβεῖν καὶ βούλομαι, φιλῶ τ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς οὐκ ἂν μιάναιμ, οὐδὲ συγγόνῳ χάριν δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.
ἔνεστι δ ἱερὸν τῆς δίκης ἐμοὶ μέγα ἐν τῇ φύσει: καὶ τοῦτο Νηρέως πάρα ἔχουσα σῴζειν, Μενέλεως, πειράσομαι. Ἥρᾳ δ, ἐπείπερ βούλεταί ς εὐεργετεῖν, ἐς ταὐτὸν οἴσω ψῆφον: ἡ Κύπρις δ ἐμοὶ ἵλεως μὲν εἰή, ξυμβέβηκε δ οὐδαμοῦ: πειράσομαι δὲ παρθένος μένειν ἀεί. ἃ δ ἀμφὶ τύμβῳ τῷδ ὀνειδίζεις πατρί, ἡμῖν ὅδ αὑτὸς μῦθος. ἀδικοίημεν ἄν, εἰ μὴ ἀποδώσω: καὶ γὰρ ἂν κεῖνος βλέπων ἀπέδωκεν ἂν σοὶ τήνδ ἔχειν, ταύτῃ δὲ σέ. καὶ γὰρ τίσις τῶνδ ἐστὶ τοῖς τε νερτέροις καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις:
ὁ νοῦς τῶν κατθανόντων ζῇ μὲν οὔ, γνώμην δ ἔχει ἀθάνατον εἰς ἀθάνατον αἰθέρ ἐμπεσών. ὡς οὖν παραινῶ μὴ μακράν, σιγήσομαι ἅ μου καθικετεύσατ, οὐδὲ μωρίᾳ ξύμβουλος ἔσομαι τῇ κασιγνήτου ποτέ. εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦς ὅμως, ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν. αὐτοὶ μὲν οὖν ὁδόν τιν ἐξευρίσκετε, ἐγὼ δ ἀποστᾶς ἐκποδὼν σιγήσομαι. ἐκ τῶν θεῶν δ ἄρχεσθε χἱκετεύετε τὴν μέν ς ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν, Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῷ μένειν ἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας. σὺ δ, ὦ θανών μοι πάτερ, ὅσον γ ἐγὼ σθένω, οὔποτε κεκλήσῃ δυσσεβὴς ἀντ εὐσεβοῦς. οὐδείς ποτ εὐτύχησεν ἔκδικος γεγώς, ἐν τῷ δικαίῳ δ ἐλπίδες σωτηρίας. Μενέλαε, πρὸς μὲν παρθένου σεσῴσμεθα:
τοὐνθένδε δὴ σὲ τοὺς λόγους φέροντα χρὴ κοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας. ἄκουε δή νυν: χρόνιος εἶ κατὰ στέγας καὶ συντέθραψαι προσπόλοισι βασιλέως. τί τοῦτ ἔλεξας· ἐσφέρεις γὰρ ἐλπίδας ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν. πείσειας ἄν τιν οἵτινες τετραζύγων ὄχων ἀνάσσους, ὥστε νῷν δοῦναι δίφρους· πείσαιμ <ἄν>: ἀλλὰ τίνα φυγὴν φευξούμεθα πεδίων ἄπειροι βαρβάρου τ ὄντες χθονός· ἀδύνατον εἶπας. φέρε, τί δ, εἰ κρυφθεὶς δόμοις κτάνοιμ ἄνακτα τῷδε διστόμῳ ξίφει· οὐκ ἄν ς ἀνάσχοιτ οὐδὲ σιγήσειεν ἂν μέλλοντ ἀδελφὴ σύγγονον κατακτενεῖν. ἀλλ οὐδὲ μὴν ναῦς ἔστιν ᾗ σωθεῖμεν ἂν φεύγοντες: ἣν γὰρ εἴχομεν θάλασς ἔχει. ἄκουσον, ἤν τι καὶ γυνὴ λέξῃ σοφόν. βούλῃ λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν· κακὸς μὲν ὄρνις: εἰ δὲ κερδανῶ, λέγειν ἕτοιμός εἰμι μὴ θανὼν λόγῳ θανεῖν. καὶ μὴν γυναικείοις ς ἂν οἰκτισαίμεθα κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον. σωτηρίας δὲ τοῦτ ἔχει τί νῷν ἄκος· παλαιότης γὰρ τῷ λόγῳ γ ἔνεστί τις. ὡς δὴ θανόντα ς ἐνάλιον κενῷ τάφῳ θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι. καὶ δὴ παρεῖκεν: εἶτα πῶς ἄνευ νεὼς σωθησόμεσθα κενοταφοῦντ ἐμὸν δέμας· δοῦναι κελεύσω πορθμίδ, ᾗ καθήσομαι κόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας. ὡς εὖ τόδ εἶπας πλὴν ἕν: εἰ χέρσῳ ταφὰς θεῖναι κελεύσει ς, οὐδὲν ἡ σκῆψις φέρει. ἀλλ οὐ νομίζειν φήσομεν καθ Ἑλλάδα χέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους. τοῦτ αὖ κατορθοῖς:
εἶτ ἐγὼ συμπλεύσομαι καὶ συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει. σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας. καὶ μὴν ἐάνπερ ναῦν ἐπ ἀγκύρας λάβω, ἀνὴρ παρ ἄνδρα στήσεται ξιφηφόρος. σὲ χρὴ βραβεύειν πάντα: πόμπιμοι μόνον λαίφει πνοαὶ γένοιντο καὶ νεὼς δρόμος. ἔσται: πόνους γὰρ δαίμονες παύσουσί μου. ἀτὰρ θανόντα τοῦ μ ἐρεῖς πεπυσμένη· σοῦ: καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθ ὁρᾶν. καὶ μὴν τάδ ἀμφίβληστρα σώματος ῥάκη ξυμμαρτυρήσει ναυτικῶν ἐρειπίων. ἐς καιρὸν ἦλθε, τότε δ ἄκαιρ ἀπώλλυτο: τὸ δ ἄθλιον κεῖν εὐτυχὲς τάχ ἂν πέσοι. πότερα δ ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴ ἢ πρὸς τάφῳ τῷδ ἥσυχοι καθώμεθα· αὐτοῦ μέν: ἢν γὰρ καί τι πλημμελές σε δρᾷ, τάφος ς ὅδ ἂν ῥύσαιτο φάσγανόν τε σόν. ἐγὼ δ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι παρῇδί τ ὄνυχα φόνιον ἐμβαλῶ χροός. μέγας γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς: ἢ γὰρ θανεῖν δεῖ μ, ἢν ἁλῶ τεχνωμένη, ἢ πατρίδα τ ἐλθεῖν καὶ σὸν ἐκσῷσαι δέμας. ὦ πότνι ἣ Δίοισιν ἐν λέκτροις πίτνεις Ἥρα, δύ οἰκτρὼ φῶτ ἀνάψυξον πόνων, αἰτούμεθ ὀρθὰς ὠλένας πρὸς οὐρανὸν ῥίπτονθ, ἵν οἰκεῖς ἀστέρων ποικίλματα.
σύ θ, ἣ πὶ τὠμῷ κάλλος ἐκτήσω γάμῳ, κόρη Διώνης Κύπρι, μή μ ἐξεργάσῃ. ἅλις δὲ λύμης ἥν μ ἐλυμήνω πάρος τοὔνομα παρασχοῦς, οὐ τὸ σῶμ, ἐν βαρβάροις. θανεῖν δ ἐάσόν μ, εἰ κατακτεῖναι θέλεις, ἐν γῇ πατρῴᾳ. τί ποτ ἄπληστος εἶ κακῶν, ἔρωτας ἀπάτας δόλιά τ ἐξευρήματα ἀσκοῦσα φίλτρα θ αἱματηρὰ δωμάτων· εἰ δ ἦσθα μετρία, τἄλλα γ ἡδίστη θεῶν πέφυκας ἀνθρώποισιν: οὐκ ἄλλως λέγω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기