- 텍스트

Euripides, Helen, choral, antistrophe 2

(에우리피데스, Helen, choral, antistrophe 2)

αἰαῖ αἰαῖ:? ὦ δαίμονος πολυστόνου μοίρας τε σᾶς, γύναι. αἰὼν δυσαίων τις ἔλαχεν ἔλαχεν, ὅτε ς ἐτέκετο ματρόθεν χιονόχρως κύκνου πτερῷ Ζεὺς πρέπων δι αἰθέρος: τί γὰρ ἄπεστί σοι κακῶν· τίνα δὲ βίοτον οὐκ ἔτλας· μάτηρ μὲν οἴχεται, δίδυμά τε Διὸς οὐκ εὐ- δαιμονεῖ τέκεα φίλα, χθόνα δὲ πάτριον οὐχ ὁρᾷς, διὰ δὲ πόλεας ἔρχεται βάξις, ἅ σε βαρβάροισι, πότνια, παραδίδωσι λέχεσιν, ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ- λοιπε βίοτον, οὐδέ ποτ ἔτι πάτρια μέλαθρα καὶ τὰν Χαλκίοικον ὀλβιεῖς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION