호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰὼ ἰώ:? θήραμα βαρβάρου πλάτας, Ἑλλανίδες κόραι, ναύτας Ἀχαιῶν τις ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων. Ἰλίου κατασκαφαὶ πυρὶ μέλουσι δαΐῳ δι ἐμὲ τὰν πολυκτόνον, δι ἐμὸν ὄνομα πολύπονον. Λήδα δ ἐν ἀγχόναις θάνατον ἔλαβεν αἰσχύ- νας ἐμᾶς ὑπ ἀλγέων. ὁ δ ἐμὸς ἐν ἁλὶ πολυπλανὴς πόσις ὀλόμενος οἴχεται, Κάστορός τε συγγόνου τε διδυμογενὲς ἄγαλμα πατρίδος ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ- λοιπε δάπεδα γυμνάσιά τε δονακόεντος Εὐρώ- τα, νεανιᾶν πόνον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기