호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἴμοι, γυναικός, ὡς ἐοίχ, ἡσσώμενος δούλης ὑφέξω τοῖς κακίοσιν δίκην.? οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά· οἴμοι τέκνων τῶνδ ὀμμάτων τ ἐμῶν, τάλας. ἀλγεῖς: τί δ· ἦ μὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς· χαίρεις ὑβρίζους εἰς ἔμ, ὦ πανοῦργε σύ· οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην· ἀλλ οὐ τάχ, ἡνίκ ἄν σε ποντία νοτὶς - μῶν ναυστολήσῃ γῆς ὁρ´ους Ἑλληνίδος· κρύψῃ μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων. πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων· αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσῃ ποδί. ὑποπτέροις νώτοισιν ἢ ποίῳ τρόπῳ· κύων γενήσῃ πύρς ἔχουσα δέργματα. πῶς δ οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν· ὁ Θρῃξὶ μάντις εἶπε Διόνυσος τάδε. σοὶ δ οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν· οὐ γάρ ποτ ἂν σύ μ εἷλες ὧδε σὺν δόλῳ. θανοῦσα δ ἢ ζῶς ἐνθάδ ἐκπλήσω βίον· θανοῦσα: τύμβῳ δ ὄνομα σῷ κεκλήσεται - μορφῆς ἐπῳδόν, ἢ τί, τῆς ἐμῆς ἐρεῖς· κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ. οὐδὲν μέλει μοι σοῦ γέ μοι δόντος δίκην. καὶ σήν γ ἀνάγκη παῖδα Κασάνδραν θανεῖν. ἀπέπτυς: αὐτῷ ταῦτα σοὶ δίδωμ ἔχειν. κτενεῖ νιν ἡ τοῦδ ἄλοχος, οἰκουρὸς πικρά. μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς. καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρας ἄνω. οὗτος σύ, μαίνῃ καὶ κακῶν ἐρᾷς τυχεῖν· κτεῖν, ὡς ἐν Ἄργει φόνια λουτρά ς ἀμμένει. οὐχ ἕλξετ αὐτόν, δμῶες, ἐκποδὼν βίᾳ· ἀλγεῖς ἀκούων· οὐκ ἐφέξετε στόμα· ἐγκλῄετ: εἴρηται γάρ. οὐχ ὅσον τάχος νήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ που, ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ· Ἑκάβη, σὺ δ, ὦ τάλαινα, διπτύχους νεκροὺς στείχουσα θάπτε: δεσποτῶν δ ὑμᾶς χρεὼν σκηναῖς πελάζειν, Τρῳάδες: καὶ γὰρ πνοὰς πρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ. εὖ δ ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοις ἔχοντ ἴδοιμεν τῶνδ ἀφειμένοι πόνων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기