호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει:? πρὸς τόνδε δ εἶμι καὶ λόγοις ἀμείψομαι: ὃς φῂς Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦν Ἀγαμέμνονός θ ἕκατι παῖδ ἐμὸν κτανεῖν. ἀλλ, ὦ κάκιστε, πρῶτον οὔποτ ἂν φίλον τὸ βάρβαρον γένοιτ ἂν Ἕλλησιν γένος οὐδ ἂν δύναιτο. τίνα δὲ καὶ σπεύδων χάριν πρόθυμος ἦσθα· πότερα κηδεύσων τινὰ ἢ συγγενὴς ὤν, ἢ τίν αἰτίαν ἔχων· ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα πλεύσαντες αὖθις· τίνα δοκεῖς πείσειν τάδε· ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν, ἔκτεινε τὸν ἐμὸν παῖδα, καὶ κέρδη τὰ σά. ἐπεὶ δίδαξον τοῦτο: πῶς, ὅτ εὐτύχει Τροία, πέριξ δὲ πύργος εἶχ ἔτι πτόλιν, ἔζη τε Πρίαμος Ἕκτορός τ ἤνθει δόρυ, τί δ οὐ τότ, εἴπερ τῷδ ἐβουλήθης χάριν θέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχων ἔκτεινας ἢ ζῶντ ἦλθες Ἀργείοις ἄγων· ἀλλ ἡνίχ ἡμεῖς οὐκέτ ἐσμὲν ἐν φάει - καπνῷ δ ἐσήμην ἄστυ - πολεμίων ὕπο, ξένον κατέκτας σὴν μολόντ ἐφ ἑστίαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기