호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
συγγνώσθ, ὅταν τις κρείσσον ἢ φέρειν κακὰ πάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης.? κραυγῆς ἀκούσας ἦλθον: οὐ γὰρ ἥσυχος πέτρας ὀρείας παῖς λέλακ ἀνὰ στρατὸν Ἠχὼ διδοῦσα θόρυβον: εἰ δὲ μὴ Φρυγῶν πύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί, φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος. ὦ φίλτατ: ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθεν φωνῆς ἀκούσας: εἰσορᾷς ἃ πάσχομεν· ἐά: Πολυμῆστορ: ὦ δύστηνε, τίς ς ἀπώλεσεν· τίς ὄμμ ἔθηκε τυφλὸν αἱμάξας κόρας, παῖδάς τε τούσδ ἔκτεινεν· ἦ μέγαν χόλον σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα. Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν ἀπώλες - οὐκ ἀπώλες, ἀλλὰ μειζόνως. τί φῄς· σὺ τοὔργον εἴργασαι τόδ, ὡς λέγει· σὺ τόλμαν, Ἑκάβη, τήνδ ἔτλης ἀμήχανον· ὤμοι, τί λέξεις· ἦ γὰρ ἐγγύς ἐστί που· σήμηνον, εἰπὲ ποῦ σθ, ἵν ἁρπάσας χεροῖν διασπάσωμαι καὶ καθαιμάξω χρόα. οὗτος, τί πάσχεις· πρὸς θεῶν σε λίσσομαι, μέθες μ ἐφεῖναι τῇδε μαργῶσαν χέρα. ἴσχ: ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρον λέγ, ὡς ἀκούσας σοῦ τε τῆσδέ τ ἐν μέρει κρίνω δικαίως ἀνθ ὅτου πάσχεις τάδε. λέγοιμ ἄν. ἦν τις Πριαμιδῶν νεώτατος, Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶ πατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν, ὕποπτος ὢν δὴ Τρωικῆς ἁλώσεως. τοῦτον κατέκτειν: ἀνθ ὅτου δ ἔκτεινά νιν, ἄκουσον, ὡς εὖ καὶ σοφῇ προμηθίᾳ. ἔδεισα μὴ σοὶ πολέμιος λειφθεὶς ὁ παῖς Τροίαν ἀθροίσῃ καὶ ξυνοικίσῃ πάλιν, γνόντες δ Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα Φρυγῶν ἐς αἰᾶν αὖθις ἄρειαν στόλον, κἄπειτα Θρῄκης πεδία τρίβοιεν τάδε λεηλατοῦντες, γείτοσιν δ εἰή κακὸν Τρώων, ἐν ᾧπερ νῦν, ἄναξ, ἐκάμνομεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기