- 텍스트

Euripides, Hecuba, episode, lyric

(에우리피데스, Hecuba, episode, lyric)

αἰαῖ, ἰὼ Θρῄκης λογχοφόρον ἔνο- πλον εὐίππον Ἄρει κάτοχον γένος.? ἰὼ Ἀχαιοί. - ἰὼ Ἀτρεῖδαι. - βοὰν βοὰν ἀυτῶ, βοάν. ὢ ἴτε: μόλετε πρὸς θεῶν. κλύει τις ἢ οὐδεὶς ἀρκέσει· τί μέλλετε· γυναῖκες ὤλεσάν με, γυναῖκες αἰχμαλωτίδες: δεινὰ δεινὰ πεπόνθαμεν. ὤμοι ἐμᾶς λώβας. ποῖ τράπωμαι, ποῖ πορευθῶ· ἀμπτάμενος οὐράνιον ὑψιπετὲς ἐς μέλαθρον, Ωἀρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίη- σιν ὄσσων αὐγάς, ἢ τὸν ἐς Αἴδα μελάγχρωτα πορθμὸν ᾄξω τάλας·?

상위

Hecuba

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION