- 텍스트

Euripides, Hecuba, episode, lyric

(에우리피데스, Hecuba, episode, lyric)

αἰαῖ, ἰὼ Θρῄκης λογχοφόρον ἔνο- πλον εὐίππον Ἄρει κάτοχον γένος.? ἰὼ Ἀχαιοί. - ἰὼ Ἀτρεῖδαι. - βοὰν βοὰν ἀυτῶ, βοάν. ὢ ἴτε: μόλετε πρὸς θεῶν. κλύει τις ἢ οὐδεὶς ἀρκέσει· τί μέλλετε· γυναῖκες ὤλεσάν με, γυναῖκες αἰχμαλωτίδες: δεινὰ δεινὰ πεπόνθαμεν. ὤμοι ἐμᾶς λώβας. ποῖ τράπωμαι, ποῖ πορευθῶ· ἀμπτάμενος οὐράνιον ὑψιπετὲς ἐς μέλαθρον, Ωἀρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίη- σιν ὄσσων αὐγάς, ἢ τὸν ἐς Αἴδα μελάγχρωτα πορθμὸν ᾄξω τάλας· συγγνώσθ, ὅταν τις κρείσσον ἢ φέρειν κακὰ πάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης. κραυγῆς ἀκούσας ἦλθον: οὐ γὰρ ἥσυχος πέτρας ὀρείας παῖς λέλακ ἀνὰ στρατὸν Ἠχὼ διδοῦσα θόρυβον: εἰ δὲ μὴ Φρυγῶν πύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί, φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος. ὦ φίλτατ: ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθεν φωνῆς ἀκούσας: εἰσορᾷς ἃ πάσχομεν· ἐά: Πολυμῆστορ: ὦ δύστηνε, τίς ς ἀπώλεσεν· τίς ὄμμ ἔθηκε τυφλὸν αἱμάξας κόρας, παῖδάς τε τούσδ ἔκτεινεν· ἦ μέγαν χόλον σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα. Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν ἀπώλες - οὐκ ἀπώλες, ἀλλὰ μειζόνως. τί φῄς· σὺ τοὔργον εἴργασαι τόδ, ὡς λέγει· σὺ τόλμαν, Ἑκάβη, τήνδ ἔτλης ἀμήχανον· ὤμοι, τί λέξεις· ἦ γὰρ ἐγγύς ἐστί που· σήμηνον, εἰπὲ ποῦ σθ, ἵν ἁρπάσας χεροῖν διασπάσωμαι καὶ καθαιμάξω χρόα. οὗτος, τί πάσχεις· πρὸς θεῶν σε λίσσομαι, μέθες μ ἐφεῖναι τῇδε μαργῶσαν χέρα. ἴσχ: ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρον λέγ, ὡς ἀκούσας σοῦ τε τῆσδέ τ ἐν μέρει κρίνω δικαίως ἀνθ ὅτου πάσχεις τάδε. λέγοιμ ἄν. ἦν τις Πριαμιδῶν νεώτατος, Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶ πατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν, ὕποπτος ὢν δὴ Τρωικῆς ἁλώσεως. τοῦτον κατέκτειν: ἀνθ ὅτου δ ἔκτεινά νιν, ἄκουσον, ὡς εὖ καὶ σοφῇ προμηθίᾳ. ἔδεισα μὴ σοὶ πολέμιος λειφθεὶς ὁ παῖς Τροίαν ἀθροίσῃ καὶ ξυνοικίσῃ πάλιν, γνόντες δ Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα Φρυγῶν ἐς αἰᾶν αὖθις ἄρειαν στόλον, κἄπειτα Θρῄκης πεδία τρίβοιεν τάδε λεηλατοῦντες, γείτοσιν δ εἰή κακὸν Τρώων, ἐν ᾧπερ νῦν, ἄναξ, ἐκάμνομεν. Ἑκάβη δὲ παιδὸς γνοῦσα θανάσιμον μόρον λόγῳ με τοιῷδ ἤγαγ, ὡς κεκρυμμένας θήκας φράσουσα Πριαμιδῶν ἐν Ἰλίῳ χρυσοῦ:

μόνον δὲ σὺν τέκνοισί μ εἰσάγει δόμους, ἵν ἄλλος μή τις εἰδείη τάδε. ἵζω δὲ κλίνης ἐν μέσῳ κάμψας γόνυ: πολλαὶ δὲ χεῖρες, αἳ μὲν ἐξ ἀριστερᾶς, αἳ δ ἔνθεν, ὡς δὴ παρὰ φίλῳ, Τρώων κόραι θάκους ἔχουσαι, κερκίδ Ἠδωνῆς χερὸς ᾔνουν, ὑπ αὐγὰς τούσδε λεύσσουσαι πέπλους: ἄλλαι δὲ κάμακα Θρῃκίαν θεώμεναι γυμνόν μ ἔθηκαν διπτύχου στολίσματος. ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναι τέκν ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸς γένοιντο, διαδοχαῖς ἀμείβουσαι χερῶν: κᾆτ ἐκ γαληνῶν - πῶς δοκεῖς· - προσφθεγμάτων εὐθὺς λαβοῦσαι φάσγαν ἐκ πέπλων ποθὲν κεντοῦσι παῖδας, αἳ δὲ πολεμίων δίκην ξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέρας καὶ κῶλα: παισὶ δ ἀρκέσαι χρῄζων ἐμοῖς, εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμόν, κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας, πλήθει γυναικῶν οὐδὲν ἤνυον τάλας. τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον, ἐξειργάσαντο δείν: ἐμῶν γὰρ ὀμμάτων, πόρπας λαβοῦσαι, τὰς ταλαιπώρους κόρας κεντοῦσιν, αἱμάσσουσιν: εἶτ ἀνὰ στέγας φυγάδες ἔβησαν: ἐκ δὲ πηδήσας ἐγὼ θὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας, ἅπαντ ἐρευνῶν τοῖχον ὡς κυνηγέτης βάλλων ἀράσσων. τοιάδε σπεύδων χάριν πέπονθα τὴν σὴν πολέμιόν τε σὸν κτανών, Ἀγάμεμνον. ὡς δὲ μὴ μακροὺς τείνω λόγους, εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶς ἢ νῦν λέγων ἔστιν τις ἢ μέλλει λέγειν, ἅπαντα ταῦτα συντεμὼν ἐγὼ φράσω: γένος γὰρ οὔτε πόντος οὔτε γῆ τρέφει τοιόνδ: ὁ δ αἰεὶ ξυντυχὼν ἐπίσταται. μηδὲν θρασύνου μηδὲ τοῖς σαυτοῦ κακοῖς τὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψῃ γένος. πολλαὶ γὰρ ἡμῶν, αἳ μέν εἰς ἐπίφθονοι, αἳ δ εἰς ἀριθμὸν τῶν κακῶν πεφύκαμεν. Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε τῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον:

ἀλλ, εἴτε χρήστ ἔδρασε, χρήστ ἔδει λέγειν, εἴτ αὖ πονηρά, τοὺς λόγους εἶναι σαθρούς, καὶ μὴ δύνασθαι τἄδικ εὖ λέγειν ποτέ. σοφοὶ μὲν οὖν εἰς οἱ τάδ ἠκριβωκότες, ἀλλ οὐ δύνανται διὰ τέλους εἶναι σοφοί, κακῶς δ ἀπώλοντ: οὔτις ἐξήλυξέ πω. καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει:

πρὸς τόνδε δ εἶμι καὶ λόγοις ἀμείψομαι: ὃς φῂς Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦν Ἀγαμέμνονός θ ἕκατι παῖδ ἐμὸν κτανεῖν. ἀλλ, ὦ κάκιστε, πρῶτον οὔποτ ἂν φίλον τὸ βάρβαρον γένοιτ ἂν Ἕλλησιν γένος οὐδ ἂν δύναιτο. τίνα δὲ καὶ σπεύδων χάριν πρόθυμος ἦσθα· πότερα κηδεύσων τινὰ ἢ συγγενὴς ὤν, ἢ τίν αἰτίαν ἔχων· ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα πλεύσαντες αὖθις· τίνα δοκεῖς πείσειν τάδε· ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν, ἔκτεινε τὸν ἐμὸν παῖδα, καὶ κέρδη τὰ σά. ἐπεὶ δίδαξον τοῦτο: πῶς, ὅτ εὐτύχει Τροία, πέριξ δὲ πύργος εἶχ ἔτι πτόλιν, ἔζη τε Πρίαμος Ἕκτορός τ ἤνθει δόρυ, τί δ οὐ τότ, εἴπερ τῷδ ἐβουλήθης χάριν θέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχων ἔκτεινας ἢ ζῶντ ἦλθες Ἀργείοις ἄγων· ἀλλ ἡνίχ ἡμεῖς οὐκέτ ἐσμὲν ἐν φάει - καπνῷ δ ἐσήμην ἄστυ - πολεμίων ὕπο, ξένον κατέκτας σὴν μολόντ ἐφ ἑστίαν. πρὸς τοῖσδε νῦν ἄκουσον, ὡς φανῇς κακός.

χρῆν ς, εἴπερ ἦσθα τοῖς Ἀχαιοῖσιν φίλος, τὸν χρυσὸν ὃν φῂς οὐ σὸν ἀλλὰ τοῦδ ἔχειν δοῦναι φέροντα πενομένοις τε καὶ χρόνον πολὺν πατρῴας γῆς ἀπεξενωμένοις: σὺ δ οὐδὲ νῦν πω σῆς ἀπαλλάξαι χερὸς τολμᾷς, ἔχων δὲ καρτερεῖς ἔτ ἐν δόμοις. καὶ μὴν τρέφων μὲν ὥς σε παῖδ ἐχρῆν τρέφειν σώσας τε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος: ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοι φίλοι: τὰ χρηστὰ δ αὔθ ἕκαστ ἔχει φίλους. εἰ δ ἐσπάνιζες χρημάτων, ὃ δ εὐτύχει, θησαυρὸς ἄν σοι παῖς ὑπῆρχ οὑμὸς μέγας: νῦν δ οὔτ ἐκεῖνον ἄνδρ ἔχεις σαυτῷ φίλον, χρυσοῦ τ ὄνησις οἴχεται παῖδές τε σοί, αὐτός τε πράσσεις ὧδε. σοὶ δ ἐγὼ λέγω, Ἀγάμεμνον, εἰ τῷδ ἀρκέσεις, κακὸς φανῇ: οὔτ εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν, οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον: αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σὲ φήσομεν τοιοῦτον ὄντα . . . δεσπότας δ οὐ λοιδορῶ. φεῦ φεῦ: βροτοῖσιν ὡς τὰ χρηστὰ πράγματα χρηστῶν ἀφορμὰς ἐνδίδως ἀεὶ λόγων. ἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά, ὅμως δ ἀνάγκη: καὶ γὰρ αἰσχύνην φέρει, πρᾶγμ ἐς χέρας λαβόντ ἀπώσασθαι τόδε. ἐμοὶ δ, ἵν εἰδῇς, οὔτ ἐμὴν δοκεῖς χάριν οὔτ οὖν Ἀχαιῶν ἄνδρ ἀποκτεῖναι ξένον, ἀλλ ὡς ἔχῃς τὸν χρυσὸν ἐν δόμοισι σοῖς. λέγεις δὲ σαυτῷ πρόσφορ ἐν κακοῖσιν ὤν. τάχ οὖν παρ ὑμῖν ῥᾴδιον ξενοκτονεῖν: ἡμῖν δέ γ αἰσχρὸν τοῖσιν Ἕλλησιν τόδε. πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον· οὐκ ἂν δυναίμην. ἀλλ ἐπεὶ τὰ μὴ καλὰ πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα. οἴμοι, γυναικός, ὡς ἐοίχ, ἡσσώμενος δούλης ὑφέξω τοῖς κακίοσιν δίκην.

οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά· οἴμοι τέκνων τῶνδ ὀμμάτων τ ἐμῶν, τάλας. ἀλγεῖς: τί δ· ἦ μὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς· χαίρεις ὑβρίζους εἰς ἔμ, ὦ πανοῦργε σύ· οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην· ἀλλ οὐ τάχ, ἡνίκ ἄν σε ποντία νοτὶς - μῶν ναυστολήσῃ γῆς ὁρ´ους Ἑλληνίδος· κρύψῃ μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων. πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων· αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσῃ ποδί. ὑποπτέροις νώτοισιν ἢ ποίῳ τρόπῳ· κύων γενήσῃ πύρς ἔχουσα δέργματα. πῶς δ οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν· ὁ Θρῃξὶ μάντις εἶπε Διόνυσος τάδε. σοὶ δ οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν· οὐ γάρ ποτ ἂν σύ μ εἷλες ὧδε σὺν δόλῳ. θανοῦσα δ ἢ ζῶς ἐνθάδ ἐκπλήσω βίον· θανοῦσα: τύμβῳ δ ὄνομα σῷ κεκλήσεται - μορφῆς ἐπῳδόν, ἢ τί, τῆς ἐμῆς ἐρεῖς· κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ. οὐδὲν μέλει μοι σοῦ γέ μοι δόντος δίκην. καὶ σήν γ ἀνάγκη παῖδα Κασάνδραν θανεῖν. ἀπέπτυς: αὐτῷ ταῦτα σοὶ δίδωμ ἔχειν. κτενεῖ νιν ἡ τοῦδ ἄλοχος, οἰκουρὸς πικρά. μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς. καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρας ἄνω. οὗτος σύ, μαίνῃ καὶ κακῶν ἐρᾷς τυχεῖν· κτεῖν, ὡς ἐν Ἄργει φόνια λουτρά ς ἀμμένει. οὐχ ἕλξετ αὐτόν, δμῶες, ἐκποδὼν βίᾳ· ἀλγεῖς ἀκούων· οὐκ ἐφέξετε στόμα· ἐγκλῄετ: εἴρηται γάρ. οὐχ ὅσον τάχος νήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ που, ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ· Ἑκάβη, σὺ δ, ὦ τάλαινα, διπτύχους νεκροὺς στείχουσα θάπτε: δεσποτῶν δ ὑμᾶς χρεὼν σκηναῖς πελάζειν, Τρῳάδες: καὶ γὰρ πνοὰς πρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ. εὖ δ ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοις ἔχοντ ἴδοιμεν τῶνδ ἀφειμένοι πόνων.?

상위

Hecuba

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION